Σὺ δ᾿ ὅτι φέρων ἐκόμισας τὸν νεκρόν, ἀνδρεῖος οἴει εἶναι; ὃν εἰ μὴ ἠδύνω φέρειν, δύο ἄνδρες ἂν ἐφερέτην. κἄπειτα κἀκεῖνοι περὶ ἀρετῆς ἴσως ἂν ἡμῖν ἠμφισβήτουν. κἀμοὶ μὲν ὁ αὐτὸς ἂν πρὸς αὐτοὺς ἦν λόγος· σὺ δὲ τί ἂν ἔλεγες ἀμφισβητῶν πρὸς αὐτούς; ἢ δυοῖν μὲν οὐκ ἂν φροντίσαις, ἑνὸς δ᾿ ἂν αἰσχύνοιο ὁμολογῶν δειλότερος εἷναι; οὐκ οἶσθ᾿ ὅτι οὐ τοῦ νεκροῦ τοῖς Τρωσὶν ἀλλὰ τῶν ὅπλων ἔμελεν ὅπως λάβοιεν; τὸν μὲν γὰρ ἀποδώσειν ἔμελλον, τὰ δὲ ὅπλα ἀναθήσειν εἰς τὰ ἱερὰ τοῖς θεοῖς. τοὺς γὰρ νεκροὺς οὐ τοῖς οὐκ ἀναιρουμένοις αἰσχρόν, ἀλλὰ τοῖς μὴ ἀποδιδοῦσι θάπτειν. σὺ μὲν οὖν τὰ ἕτοιμα ἐκόμισας· ἐγὼ δὲ τὰ ὀνειδιζόμενα ἀφειλόμην ἐκείνους. Φθόνον δὲ καὶ ἀμαθίαν νοσεῖς, κακῶν ἐναντιώτατα αὑτοῖς· καὶ ὁ μέν σε ἐπιθυμεῖν ποιεῖ τῶν καλῶν, ἡ δὲ ἀποτρέπει. ἀνθρώπινον μὲν οὖν τι πέπονθας· διότι γὰρ ἰσχυρός, οἴει καὶ ἀνδρεῖος εἶναι, καὶ οὐκ οἶσθα ὅτι σοφίᾳ περὶ πόλεμον καὶ ἀνδρείᾳ οὐ ταὐτόν ἐστιν ἰσχῦσαι, ἀμαθία δὲ κακὸν μέγιστον τοῖς ἔχουσιν. οἶμαι δέ, ἄν ποτέ τις ἄρα σοφὸς ποιητὴς περὶ ἀρετῆς γένηται, ἐμὲ ποιήσει πολύτλαντα καὶ πολύμητιν καὶ πολυμήχανον καὶ πτολίπορθον καὶ μόνον τὴν Τροίαν ἑλόντα, σὲ δέ, ὡς ἐγᾦμαι, τὴν φύσιν ἀπεικάζων τοῖς τε νωθέσιν ὄνοις καὶ βουσὶ τοῖς φορβάσιν, ἄλλοις παρέχουσι δεσμεύειν καὶ ζευγνύναι αὑτούς.