Σὺ δ᾿ ὅτι φέρων ἐκόμισας τὸν νεκρόν, ἀνδρεῖος οἴει εἶναι; ὃν εἰ μὴ ἠδύνω φέρειν, δύο ἄνδρες ἂν ἐφερέτην. κἄπειτα κἀκεῖνοι περὶ ἀρετῆς ἴσως ἂν ἡμῖν ἠμφισβήτουν. κἀμοὶ μὲν ὁ αὐτὸς ἂν πρὸς αὐτοὺς ἦν λόγος· σὺ δὲ τί ἂν ἔλεγες ἀμφισβητῶν πρὸς αὐτούς; ἢ δυοῖν μὲν οὐκ ἂν φροντίσαις, ἑνὸς δ᾿ ἂν αἰσχύνοιο ὁμολογῶν δειλότερος εἷναι; οὐκ οἶσθ᾿ ὅτι οὐ τοῦ νεκροῦ τοῖς Τρωσὶν ἀλλὰ τῶν ὅπλων ἔμελεν ὅπως λάβοιεν; τὸν μὲν γὰρ ἀποδώσειν ἔμελλον, τὰ δὲ ὅπλα ἀναθήσειν εἰς τὰ ἱερὰ τοῖς θεοῖς. τοὺς γὰρ νεκροὺς οὐ τοῖς οὐκ ἀναιρουμένοις αἰσχρόν, ἀλλὰ τοῖς μὴ ἀποδιδοῦσι θάπτειν. σὺ μὲν οὖν τὰ ἕτοιμα ἐκόμισας· ἐγὼ δὲ τὰ ὀνειδιζόμενα ἀφειλόμην ἐκείνους. Φθόνον δὲ καὶ ἀμαθίαν νοσεῖς, κακῶν ἐναντιώτατα αὑτοῖς·