Οὐ πρὸς σέ μοι μόνον ὁ λόγος, δι᾿ ὃν ἀνέστην, ἀλλὰ καὶ πρὸς τοὺς ἄλλους ἅπαντας· πλείω γὰρ ἀγαθὰ πεποίηκα τὸ στρατόπεδον ἐγὼ ἢ ὑμεῖς ἅπαντες. καὶ ταῦτα καὶ ζῶντος ἂν ἔλεγον Ἀχιλλέως, καὶ νῦν τεθνεῶτος λέγω πρὸς ὑμᾶς. ὑμεῖς μὲν γὰρ οὐδεμίαν ἄλλην μάχην μεμάχησθε, ἣν οὐχὶ καὶ ἐγὼ μεθ᾿ ὑμῶν· ἐμοὶ δὲ τῶν ἰδίων κινδύνων οὐδεὶς ὑμῶν οὐδὲν ξύνοιδε. καίτοι ἐν μὲν ταῖς κοιναῖς μάχαις, οὐδὲ εἰ καλῶς ἀγωνίζοισθε, πλέον ἐγίγνετο οὐδέν· ἐν δὲ τοῖς ἐμοῖς κινδύνοις, οὓς ἐγὼ μόνος ἐκινδύνευον, εἰ μὲν κατορθώσαιμι, ἅπαντα ἡμῖν ἐπετελεῖτο ὧν ἕνεκα δεῦρο ἀφίγμεθα, εἰ δ᾿ ἐσφάλην, ἐμοῦ ἂν ἑνὸς ἀνδρὸς ἐστέρησθε. οὐ γὰρ ἵνα μαχοίμεθα τοῖς Τρωσὶ δεῦρ᾿ ἀφίγμεθα, ἀλλ᾿ ἵνα τήν τε Ἑλένην ἀπολάβοιμεν καὶ τὴν Τροίαν ἕλοιμεν.