λόγος πρὸς ἔργον ἰσχύν, οὐδ᾿ ἔστιν ὑμᾶς ὅ τι λέγων ἁνὴρ ὠφελήσει, εἴσεσθε δὲ ἀκριβῶς ὅτι δι᾿ ἀπορίαν ἔργων πολλοὶ καὶ μακροὶ λόγοι λέγονται. ἀλλ᾿ ἢ λέγετε ὅτι οὐ ξυνίετε τὰ λεγόμενα, καὶ ἀνίστασθε, ἢ δικάζετε ὀρθῶς. καὶ ταῦτα μὴ κρύβδην φέρετε, ἀλλὰ φανερῶς, ἵνα γνῶτε ὅτι καὶ αὐτοῖς τοῖς δικάζουσι δοτέα δίκη ἐστίν, ἂν μὴ δικάσωσιν ὀρθῶς. κἄπειτ᾿ ἴσως γνώσεσθε ὅτι οὐ κριταὶ τῶν λεγομένων ἀλλὰ δοξασταὶ κάθησθε.