Ἐγὼ μὲν οὖν ὑμῖν λέγω τοῖς οὐδὲν εἰδόσι κριταῖς καὶ δικασταῖς, μὴ εἰς τοὺς λόγους σκοπεῖν περὶ ἀρετῆς κρίνοντας, ἀλλ᾿ εἰς τὰ ἔργα μᾶλλον. καὶ γὰρ ὁ πόλεμος οὐ λόγῳ κρίνεται ἀλλ᾿ ἔργῳ· οὐδ᾿ ἀντιλέγειν ἔξεστι πρὸς τοὺς πολεμίους, ἀλλ᾿ ἢ μαχομένους δεῖ κρατεῖν ἢ δουλεύειν σιωπῇ. πρὸς ταῦτα ἀθρεῖτε καὶ σκοπεῖτε· ὡς, εἰ μὴ δικάσετε καλῶς, γνώσεσθε ὅτι οὐδεμίαν ἔχει