ὅστις γε μαστιγοῦν παρεῖχε τοῖς δούλοις καὶ τύπτειν ξύλοις τὰ νῶτα καὶ πυγμαῖς τὸ πρόσωπον, κἄπειτα περιβαλόμενος ῥάκη, τῆς νυκτὸς εἰς τὸ τεῖχος εἰσδὺς τῶν πολεμίων, ἱεροσυλήσας ἀπῆλθε. καὶ ταῦτα ὁμολογήσει ποιεῖν, ἴσως δὲ καὶ πείσει λέγων ὡς καλῶς πέπρακται. ἔπειτα τῶν Ἀχιλλέως ὅπλων ὅδε ὁ μαστιγίας καὶ ἱερόσυλος ἀξιοῖ κρατῆσαι;