ὅστις γε μαστιγοῦν παρεῖχε τοῖς δούλοις καὶ τύπτειν ξύλοις τὰ νῶτα καὶ πυγμαῖς τὸ πρόσωπον, κἄπειτα περιβαλόμενος ῥάκη, τῆς νυκτὸς εἰς τὸ τεῖχος εἰσδὺς τῶν πολεμίων, ἱεροσυλήσας ἀπῆλθε. καὶ ταῦτα ὁμολογήσει ποιεῖν, ἴσως δὲ καὶ πείσει λέγων ὡς καλῶς πέπρακται. ἔπειτα τῶν Ἀχιλλέως ὅπλων ὅδε ὁ μαστιγίας καὶ ἱερόσυλος ἀξιοῖ κρατῆσαι; Ἐγὼ μὲν οὖν ὑμῖν λέγω τοῖς οὐδὲν εἰδόσι κριταῖς καὶ δικασταῖς, μὴ εἰς τοὺς λόγους σκοπεῖν περὶ ἀρετῆς κρίνοντας, ἀλλ᾿ εἰς τὰ ἔργα μᾶλλον. καὶ γὰρ ὁ πόλεμος οὐ λόγῳ κρίνεται ἀλλ᾿ ἔργῳ· οὐδ᾿ ἀντιλέγειν ἔξεστι πρὸς τοὺς πολεμίους, ἀλλ᾿ ἢ μαχομένους δεῖ κρατεῖν ἢ δουλεύειν σιωπῇ. πρὸς ταῦτα ἀθρεῖτε καὶ σκοπεῖτε· ὡς, εἰ μὴ δικάσετε καλῶς, γνώσεσθε ὅτι οὐδεμίαν ἔχει λόγος πρὸς ἔργον ἰσχύν, οὐδ᾿ ἔστιν ὑμᾶς ὅ τι λέγων ἁνὴρ ὠφελήσει, εἴσεσθε δὲ ἀκριβῶς ὅτι δι᾿ ἀπορίαν ἔργων πολλοὶ καὶ μακροὶ λόγοι λέγονται. ἀλλ᾿ ἢ λέγετε ὅτι οὐ ξυνίετε τὰ λεγόμενα, καὶ ἀνίστασθε, ἢ δικάζετε ὀρθῶς. καὶ ταῦτα μὴ κρύβδην φέρετε, ἀλλὰ φανερῶς, ἵνα γνῶτε ὅτι καὶ αὐτοῖς τοῖς δικάζουσι δοτέα δίκη ἐστίν, ἂν μὴ δικάσωσιν ὀρθῶς. κἄπειτ᾿ ἴσως γνώσεσθε ὅτι οὐ κριταὶ τῶν λεγομένων ἀλλὰ δοξασταὶ κάθησθε. ἐγὼ δὲ διαγιγνώσκειν μὲν ὑμῖν περὶ ἐμοῦ καὶ τῶν ἐμῶν ἐπιτρέπω, διαδοξάζειν δὲ ἅπασιν ἀπαγορεύω, καὶ ταῦτα περὶ ἀνδρὸς ὃς οὐχ ἑκὼν ἀλλ᾿ ἄκων ἀφῖκται εἰς Τροίαν, καὶ περὶ ἐμοῦ ὃς πρῶτος ἀεὶ καὶ μόνος καὶ ἄνευ τείχους τέταγμαι.