τοῖς θεοῖς ἀλλ᾿ ἀπέκρυψαν, δεδιότες τόνδε τὸν ἀγαθὸν ἄνδρα, ὃς καὶ πρότερον ἱεροσυλήσας αὐτῶν το ἄγαλμα τῆς θεοῦ νύκτωρ ὥσπερ τι καλὸν ἐργασάμενος ἐπεδείκνυτο τοῖς Ἀχαιοῖς. κἀγὼ μὲν ἀξιῶ λαβεῖν ἵν᾿ ἀποδῶ τὰ ὅπλα τοῖς φίλοις, οὗτος δὲ ἵν᾿ ἀποδῶται, ἐπεὶ χρῆσθαί γε αὐτοῖς οὐκ ἂν τολμήσειε· δειλὸς γὰρ οὐδεὶς ἂν ἐπισήμοις ὅπλοις χρήσαιτο, εἰδὼς ὅτι τὴν δειλίαν αὐτοῦ ἐκφαίνει τὰ ὅπλα.