Τὸ μὲν οὖν σῶμα τοῦ Ἀχιλλέως ἐκόμισα ἐγὼ φέρων, τὰ δὲ ὅπλα ὅδε, ἐπιστάμενος ὅτι οὐ τῶν ὅπλων μᾶλλον ἐπεθύμουν οἱ Τρῶες ἀλλὰ τοῦ νεκροῦ κρατῆσαι. τοῦ μὲν γὰρ εἰ ἐκράτησαν, ᾐκίσαντό τε ἂν τὸ σῶμα καὶ τὰ λύτρα τοῦ Ἕκτορος ἐκομίσαντο· τὰ δὲ ὅπλα τάδε οὐκ ἂν ἀνέθεσαν