<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0580.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="8" xml:base="urn:cts:greekLit:tlg0580.tlg001.1st1K-grc1"><p>κρήνη ἐν Παλικοῖς· ἥτις εἰς ὕψος ἀναρριπτεῖ τὸ ὕδωρ πήχεων ἕξ· ἔμφασιν ποιοῦσα μέλλειν κατακλύζειν τοὺς ὑποκειμένους τόπους· καθόλου δὲ οὐχ ὑπερεκχεῖται οὐδέν ἐπὶ ταύτης οἱ ἐπιχώριοι, τοὺς ὑπὲρ τῶν μεγίστων ὅρκους ποιοῦνται ὡς ἱστορεῖ Ἰσίγονος ἐν δευτέρωι ἀπίστων: <pb facs="b29006284_0052"/></p></div><div type="textpart" subtype="section" n="9" xml:base="urn:cts:greekLit:tlg0580.tlg001.1st1K-grc1"><p>Σκότουσαν τῆς Θεσσαλίας κρηνίδιόν ἐστι μικρόν· ὅ τὰ ἕλκη πάντα θεραπεύει καὶ τῶν ἀλόγων ζῴων· εἰς ὅ ἐάν τις ξύλον μὴ λίαν συντρίψας ἀλλὰ σχίσας ἐμβάληι, ἀποκαθίσταται· οὕτως κολλῶδες ἔχει τὸ ὕδωρ ὥς φησιν Ἰσίγονος; </p></div><div type="textpart" subtype="section" n="10" xml:base="urn:cts:greekLit:tlg0580.tlg001.1st1K-grc1"><p>ἐν Λουσίοις τῆς Ἀρκαδίας φησὶν Ἀριστοτέλης κρήνην τινὰ εἶναι. ἐν ἧι μῦς χερσαίους γίνεσθαι· καὶ τούτους κολυμβᾶν ἐν ἐκείνηι τὴν δίαιταν ποιουμένους: </p></div></div></body></text></TEI>