ἐν Πέρσαις φασὶν Ἀλεξάνδρωι φανῆναι κρήνην ἐλαίου πληρουμένην αὐτομάτως: παρὰ Κιλικίαι φασὶν ὕδατος εἶναί τι σὐστημα· ἐν ὦι τὰ πεπνιγμένα τῶν ὀρνέων καὶ τῶν ἀλόγων ζῴων ἐμβραχέντα ἀναζῆν: ἐν τῆι ἐπὶ Συρακουσῶν ὁδῶι, κρήνη ἐστὶν οὐ μεγάλη· οὐδὲ ὕδωρ πολὺ ἔχουσα· ὄχλου δὲ ἐπελθόντος εἰς τὸν τόπον καὶ ψόφου γινομένου, παρέχει ὕδωρ ἄφθονον ὧς φησιν Ἀριστοτέλης: