Φαέθων φησὶ τὸν ἐν Βοσπόρωι ποταμὸν οὕτως εἶναι ψυχρὸν ὥστε μηδὲν τῶν ζῴων ὑπομένειν αὐτοῦ τὴν ψυχρότητα: περὶ δὲ Ταρρακίναν τῆς Ἰταλίας φησίν Ἰίγονος λίμνην εἶναι Μυκλαίαν καλουμένην· καὶ παρʼ αὐτῆ: πόλιν ἔρημον· ἧς τοὺς ἐνοικοῦντας στερηθῆναι τῆς πόλεως διὰ τὸ πλῆθος τῶν ὕδρων: ἐπὶ τῆς ἐν Ἰταλίαι λίμνης καλουμένης μὲν Βηνάκου· οὔσης δὲ τὸ περίμετρον σταδίων φ´, νῆσός ἐστιν οἰκουμένη κατάφυτος δένδρεσιν ἡμέροις ἐπινηχομένη καὶ μεταβαίνουσα πρὸς τὰς τῶν πνευμάτων φοράς: τὸ δʼ αὐτὸ τοῦτο καὶ ἐν ἑτέραι λίμνηι τῆς Ἰταλίας Κουτιλίαι καλουμένηι γίνεται: