παρὰ τὸν Ἠριδανὸν ποταμόν, ἔστι λίμνη κατὰ τὰς Ἠλεκτρίδας νήσους· ὕδωρ ἔχουσα θερμόν· ὀσμὴν δὲ βαρεῖαν· ἀφʼ ἧς οὐδὲν ζῷον γεύεται: κατὰ Ἄβδηρα λίμνην Κύστειρον καλουμένην φασὶ τὸ Ξέρξου στράτευμα πῖνον, ἀναξηρᾶναι: Ἱερώνυμος ἱστόρησεν ἐν τῆι Ναβαταίων χώραι τῶν Ἀράβων εἶναι λίμνην πικράν· ἐν ἦι οὔτʼ ἰχθῦς, οὔτε ἄλλο τι τῶν ἐνύδρων ζῴων γάνεσs θαι: ἀσφάλτου δὲ πλίνθους ἐξ αὐτῆς ἀρέσθαι ὑπὸ τῶν ἐπιχωρίων: Πύθερμός φησιν· ἐάν τις σκύφον εἰς τὰς τοῦ Στρυμόνος ποταμοῦ δίνας ἐμβάληι, τοῦτὸν εὑρήσει ἐν τῆι περὶ Ἀπολλωνίαν λίμνηι: Φαέθων φησὶ τὸν ἐν Βοσπόρωι ποταμὸν οὕτως εἶναι ψυχρὸν ὥστε μηδὲν τῶν ζῴων ὑπομένειν αὐτοῦ τὴν ψυχρότητα: