[Ἀριστοτέλης] ἱστορεῖ κατὰ Καρχηδόνα κρήνην εἶναι ἐλαίου V προσηνεστέραν· ἄν δὲ μή τις ἁγνὸς προσίηι, ἐκλείπειν αὐτήν: περὶ Γέλαν τῆς Σικελίας ἔστι λίμνη Σίλλα καλουμένη ἐλαχίστη τὸ μέγεθος· ἥτις τοὺς ἐν αὐτῆι λουομένους, εἰς τὸ ξηρὸν ἐκρίπτει ὡς ἀπʼ ὀργάνου τινός· ὥς φησιν Ἀριστοτέλης: παρὰ τὸν Ἠριδανὸν ποταμόν, ἔστι λίμνη κατὰ τὰς Ἠλεκτρίδας νήσους· ὕδωρ ἔχουσα θερμόν· ὀσμὴν δὲ βαρεῖαν· ἀφʼ ἧς οὐδὲν ζῷον γεύεται: