<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0580.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="21" xml:base="urn:cts:greekLit:tlg0580.tlg001.1st1K-grc1"><p>ἐν Συκαμίναις πόλει· λίμνη ἐστίν· ἧς τι ὕδατι οἱ λουσάμενοι ἤ πιόντες ἀπ´ αὐτοῦ, μαδῶσι τὰς τρίχας· τῶν δὲ ἀλόγων ζώων αἱ ὁπλαὶ ἀποπίπτουσιν· ὡς ἱστορεῖ Ἰσίγονος: </p></div><div type="textpart" subtype="section" n="22" xml:base="urn:cts:greekLit:tlg0580.tlg001.1st1K-grc1"><p>Ἡρακλείδης ὁ Ποντικὸς λίμνην ἐν Σαυρομάταις φησὶν εἶναι περὶ ἤν τὰ πετασθέντα τῶν ὀρνέων εἰς αὐτὴν πίπτειν: <pb facs="b29006284_0054"/></p></div><div type="textpart" subtype="section" n="23" xml:base="urn:cts:greekLit:tlg0580.tlg001.1st1K-grc1"><p>ἐν Μακροβίοις Αἰθίοψι κρήνην ἱστορεῖ ἀφʼ ἧς τοὺς λουἘ 145· σαμένους λιπαίνεσθαι: </p></div><div type="textpart" subtype="section" n="24" xml:base="urn:cts:greekLit:tlg0580.tlg001.1st1K-grc1"><p>ἐν Κλειτορίοις δὲ τῆς Ἀρκαδίας κρήνην φασὶν εἶναι· ἀφʼ ἧς τοὺς πίνοντας μισεῖν τὸν οἶνον· ἐπικεχάρακται δὲ ἐπʼ αὐτῆς ἐπίγραμμα τοιόνδε: <lb/>ἀγρότα σὺν ποίμναις τὸ μεσημβρινὸν ἢν σε βαρύνηι, <lb/>δίψος ἀνʼ ἐσχατιὰς Κλείτορος ἐρχόμενον, <lb/>τῆς μὲν ἀπὸ κρήνης ἄρυσαι πόμα· καὶ παρὰ νύμφαις, <lb/>ὑδριάσι στῆσον πάν τὸ σὸν αἰπόλιον. <lb/>ἀλλὰ σὺ μήτʼ ἐπὶ λουτρὰ βάληις χροὶ· μή σε καὶ αὔρη <lb/>πημήνηι τερπνῆς, ἐντὸς ἐόντα μέθης· <lb/>φεῦγε ὅ ἐμὴν πηγὴν μισάμπελον ἔνθα Μελάμπους <lb/>λουσάμενος λύσσης, Προιτίδος ἀργαλέης <lb/>πάντα καθαρμὸν ἔκοψεν ἀπόκρυφον· α γὰρ ἀπʼ Ἄργους <lb/>οὔρεα τρηχείης ἤλυθον Ἀρκαδίης: <lb/></p></div><div type="textpart" subtype="section" n="25" xml:base="urn:cts:greekLit:tlg0580.tlg001.1st1K-grc1"><p>Ἀρίστων δὲ ὁ περιπατητικὸς φιλόσοφος ἐν τῆι Κίωι πηγὴν <lb/>φησὶν ὕδατος εἶναι· ἀφʼ ἧς τοὺς πίνοντας ἀναισθήτους γίνεσθαι ταῖς ψυχαῖς· εἶναι δὲ καὶ ἐπὶ ταύτης ἐπίγραμμα τοιόνδε.<lb/>ῆδεῖα ψυχροῖς ποτοῦ λιβὰς ἢν ἀναβάλλει <lb/>πηγή· ἀλλὰ νόωι, πέτρος ὁ τῆσδε πιών: <lb/></p></div></div></body></text></TEI>