Θεόπομπος ἐν Λυγκήστωι φησὶ πηγὴν εἶναι· τῆι μὲν γεύσει ὅξίζουσαν· τοὺς δὲ πίνοντας μεθύσκεσθαι ὡς ἀπὸ οἴνου: ἐν Συκαμίναις πόλει· λίμνη ἐστίν· ἧς τι ὕδατι οἱ λουσάμενοι ἤ πιόντες ἀπ´ αὐτοῦ, μαδῶσι τὰς τρίχας· τῶν δὲ ἀλόγων ζώων αἱ ὁπλαὶ ἀποπίπτουσιν· ὡς ἱστορεῖ Ἰσίγονος: Ἡρακλείδης ὁ Ποντικὸς λίμνην ἐν Σαυρομάταις φησὶν εἶναι περὶ ἤν τὰ πετασθέντα τῶν ὀρνέων εἰς αὐτὴν πίπτειν: