Ἑλλάνικός φησι παρὰ Μαγνησίαν τὴν ἐπὶ Σιπύλου πηγὴν εἶναι ἀφʼ ἧς τοὺς πίνοντας τὰς κοιλίας ἀπολιθοῦσθαι: Κτησίας δὲ ἐν Αἰθιοπίαι κρήνην ἱστορεῖ τῶι χρώματι κιννέβαρι παραπλησίαν· τοὺς δὲ πίνοντας ἀπ´ αὐτῆς παραλλάττειν τὴν διάνοιαν· ὥστε καὶ τὰ κρυφίως πεπραγμένα ὁμολογεῖν: ἐν Ἀραβίαι ἔστιν Ἴσιδος κρήνη· ἥτις κοτύλης οἴνου ἐμβληθείσης κιρνᾶται· καὶ πρὸς τὴν πόσιν εὔκρατος γίνεται· ὧς φησιν Ἀμώμητος Ἀριστοτέλης Ἄμμωνος κρήνην εἶναί φησιν· ἧς τὸ ὕδωρ μεσημβρίας καὶ μεσονὐκτου γίνεσθαι θερμόν· ὄν φύσει ψυχρότατον: 10 Θεόπομπος ἐν Λυγκήστωι φησὶ πηγὴν εἶναι· τῆι μὲν γεύσει ὅξίζουσαν· τοὺς δὲ πίνοντας μεθύσκεσθαι ὡς ἀπὸ οἴνου: