ὁμοίως ἐγγὺς Κόσης ἔστι κρήνη· εἰς ἥν ἐὰν θῆις κεράμιον οἴνου γέμον, ὥστε ὑπερχεῖν τὸ στόμα, παντὸς ὄξους εἶναι δριμύτερον παραχρῆμα ὡς ἱστορεῖ ὁ αὐτός: Θεόπομπος ἱστορεῖ κρήνην ἐν Χρωψὶ τῆς Θραίκης· ἐξ ἧς τοὺς λουσαμένους παραχρῆμα μεταλλάσσειν: Ἑλλάνικός φησι παρὰ Μαγνησίαν τὴν ἐπὶ Σιπύλου πηγὴν εἶναι ἀφʼ ἧς τοὺς πίνοντας τὰς κοιλίας ἀπολιθοῦσθαι: