φησὶν Ἰσίγονος ἐν Ἀθαμᾶσι κρήνην εἶναι ἧς τὸ μὲν ὕδωρ ψυ1Sα· χρὸν ὑπάρχειν· τὸ δ´ ὑπὲρ αὐτὸ οὕτως θερμὸν ὑπάρχειν, ὥστε ἄν τις ὑπερθῆ: φρύγανα, παραχρῆμα ἐξάπτεσθαι: παρὰ Κλειτορίοις ὁ αὐτός φησιν εἶναι κρήνην· ἧς ὅταν τις τοῦ ὕδατος πίηι, τοῦ οἴνου τὴν ὀσμὴν οὐ φέρει: ὁ αὐτός φησιν ἐν Ἰταλίαι ἐν τω: Ῥεατίνω: ἀγρῶι κρήνην εἶναι Μέντην ὀνομαζομένην ὁμοίαν τῆι προειρημέρνη: ὁμοίως ἐγγὺς Κόσης ἔστι κρήνη· εἰς ἥν ἐὰν θῆις κεράμιον οἴνου γέμον, ὥστε ὑπερχεῖν τὸ στόμα, παντὸς ὄξους εἶναι δριμύτερον παραχρῆμα ὡς ἱστορεῖ ὁ αὐτός: Θεόπομπος ἱστορεῖ κρήνην ἐν Χρωψὶ τῆς Θραίκης· ἐξ ἧς τοὺς λουσαμένους παραχρῆμα μεταλλάσσειν: