ἐν Ποτνίαις περὶ Θήβας, ἐξ ἧς οἱ ἵπποι πίνοντες μαίνονται· ὡς ἱστορεῖ Ἰσίγονος ἐν δευτέρωι ἀπίστων: κρήνη ἐν Κλαζομεναῖς· ἀφʼ ἧς τὰ θρέμματα πίνοντα, τὴν ἐρέαν χρωματίνην ποιεῖ· ὡς ἱστορεῖ ὁ προειρημένος Ἰσίγονος: κρήνη ἐν Ἰνδοῖς· ἥ τοὺς κολυμβῶντας ἐπὶ τὴν γῆν ἐκβάλλει ὡς ἀπʼ ὀργάνου· ὡς ἱστορεῖ Κτησίας: ἐν Κρήτηι ὀχετὸς ὕδατός ἐστιν· ὅν οἱ διαβαίνοντες ὕοντος τοῦ Διὸς, ἄβροχοι διαβαίνουσιν ἐφʼ ὅσον ἐν τῶι ὀχετῶι εἰσιν: ἐν Πέρσαις φασὶν Ἀλεξάνδρωι φανῆναι κρήνην ἐλαίου πληρουμένην αὐτομάτως: