<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1" n="9"><p rend="indent"><label>9.</label><bibl xml:lang="mul">ARIST. Metaph. Λ 6. 1071ᵇ 26</bibl> καίτοι εἰ ὡς λέγουσιν οἱ θεολόγοι οἱ ἐκ Νυκτὸς γεννῶντες ἢ ὡς οἱ φυσικοὶ <q>ἧν ὁμοῦ πάντα χρήματα</q> <bibl xml:lang="lat">[46 B 1]</bibl> φασί, τὸ αὐτὸ ἀδύνατον. <bibl xml:lang="lat">N 4. 1091ᵇ 4</bibl> οἱ δὲ ποιηταὶ οἱ ἀρχαῖοι ταύτηι ὁμοίως, ἧι βασιλεύειν καὶ ἄρχειν φασὶν οὐ τοὺς πρώτους οἷον Νύκτα καὶ Οὐρανὸν ἢ Χάος ἢ Ὠκεανόν, ἀλλὰ τὸν Δία.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1" n="10"><p rend="indent"><label>10.</label><bibl xml:lang="lat"> — — A 3. 983ᵇ 27</bibl> εἰσὶ δέ τινες οἳ καὶ τοὺς παμπαλαίους καὶ πολὺ πρὸ τῆς νῦν γενέσεως καὶ πρώτους θεολογήσαντας οὕτως [wie Thales] οἴονται περὶ τῆς φύσεως ὑπολαβεῖν· Ὠκεανόν τε γὰρ καὶ Τηθὺν ἐποίησαν τῆς γενέσεως πατέρας <bibl xml:lang="lat">[66 B 2]</bibl> καὶ τὸν ὅρκον τῶν θεῶν ὕδωρ τὴν καλουμένην ὑπ’ αὐτῶν Στύγα τῶν ποιητῶν· τιμιώτατον μὲν γὰρ τὸ πρεσβύτατον· ὅρκος δὲ τὸ τιμιώτατόν ἐστιν. εἰ μὲν οὖν ἀρχαία τις αὕτη καὶ παλαιὰ τετύχηκεν οὖσα περὶ τῆς φύσεως ἡ δόξα, τάχ’ ἂν ἄδηλον εἴη <bibl xml:lang="lat">[s. n. 11]</bibl>.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1" n="10a"><p rend="indent"><label>10ᵃ.</label><bibl xml:lang="lat">— de gen. anim. B 1. 734ᵃ 16</bibl> ἢ γάρ τοι ἅμα πάντα γίγνεται τὰ μόρια, οἷον καρδία πλεύμων ἧπαρ ὀφθαλμὸς καὶ τῶν ἄλλων ἕκαστον, ἢ ἐφεξῆς ὥσπερ ἐν τοῖς καλουμένοις Ὀρφέως ἔπεσιν· ἐκεῖ γὰρ ὁμοίως φησὶ γίγνεσθαι τὸ ζῶιον τῆι τοῦ δικτύου πλοκῆι <bibl xml:lang="lat">[vgl. ob. II 164, 1. 10]</bibl>.</p></div></div></body></text></TEI>