22. CLEM. Strom. v 49 (II 360 St.) οὐχὶ καὶ Ἐπιγένης ἐν τῶι Περὶ τῆς Ὀρφέως ποιήσεως τὰ ἰδιάζοντα παρ’ Ὀρφεῖ ἐκτιθέμενός φησι κερκίσι καμπυλόχοισι τοῖς ἀρότροις μηνύεσθαι, στήμοσι δὲ τοῖς αὔλαξι, μίτον δὲ τὸ σπέρμα ἀλληγορεῖσθαι καὶ δάκρυα Διός τὸν ὄμβρον δηλοῦν Μοίρας τε αὖ τὰ μέρη τῆς Σελήνης, τριακάδα καὶ πεντεκαιδεκάτην καὶ νουμηνίαν· διὸ καὶ λευκοστόλους αὐτὰς καλεῖν τὸν Ὀρφέα φωτὸς οὔσας μέρη. πάλιν ἄνθιον μὲν τὸ ἔαρ διὰ τὴν φύσιν, ἀργίδα δὲ τὴν νύκτα διὰ τὴν ἀνάπαυσιν καὶ Γοργόνιον τὴν σελήνην διὰ τὸ ἐν αὐτῆι πρόσωπον, Ἀφροδίτην τε τὸν καιρὸν καθ’ ὃν δεῖ σπείρειν, λέγεσθαι παρὰ τῶι θεολόγωι. Vgl. 45 C 1. 2.