19. — I. G. XIV, 641, 2, Comp. 21 ἔρχομαι ἐκ καθαρῶν [χθονίων] καθαρά, χθονίων βασίλεια, Εὖκλε καὶ Εὐβουλεῦ καὶ 〈ὅσοι〉 θεοὶ δαίμονες ἄλλοι· καὶ γὰρ ἐγὼν ὑμῶν γένος εὔχομαι ὄλβιον εἶναι, ποινὰν δ’ ἀνταπέτεισ(α) ἔργων ἕνεκ(α) οὔτι δικαίων εἴτε με Μοῖρ(α) ἐδαμάσατο (?) 〈* * * *** 〉 στεροπῆτι κεραυνῶι. νῦν δ’ ἱκέτι〈ς ἥ〉κω παρ’ ἀγαυὴν Φερσεφόνειαν, ὥς με πρόφρων πέμψηι ἕδρας εἰς εὐαγε〈όν〉τω〈ν〉.