18. — von Thurioi ders. Zeit wie n. 17 [I. G. 641, 1, Comp. 1] ἔρχομαι ἐκ κοθαρῶ〈ν〉 κοθαρὰ χθονί〈ων〉 βασίλεια, Εὐκλῆς, Εὐβουλεύς τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι· καὶ γὰρ ἐγὼν ὑμῶν γένος ὄλβιον εὔχομαι εἶμεν, ἀλλά με Μοῖρ(α) ἐδάμασσε καὶ ἀθάνατοι θεοὶ ἄλλοι 5 〈* * * 〉 καὶ ἀστεροβλῆτα κεραυνόν. κύκλου δ’ ἐξέπταν βαρυπενθέος ἀργαλέοιο ἱμερτοῦ δ’ ἐπέβαν στεφάνου ποσὶ καρπαλίμοισι, Δεσποίνας δ(ὲ) ὑπὸ κόλπον ἔδυν χθονίας βασιλείας. (9 = 7) 10 ὄλβιε καὶ μακαριστέ, θεὸς δ’ ἔσηι ἀντὶ βροτοῖο . ἔριφος ἐς γάλ’ ἔπετον. 19. — I. G. XIV, 641, 2, Comp. 21 ἔρχομαι ἐκ καθαρῶν [χθονίων] καθαρά, χθονίων βασίλεια, Εὖκλε καὶ Εὐβουλεῦ καὶ 〈ὅσοι〉 θεοὶ δαίμονες ἄλλοι· καὶ γὰρ ἐγὼν ὑμῶν γένος εὔχομαι ὄλβιον εἶναι, ποινὰν δ’ ἀνταπέτεισ(α) ἔργων ἕνεκ(α) οὔτι δικαίων εἴτε με Μοῖρ(α) ἐδαμάσατο (?) 〈* * * *** 〉 στεροπῆτι κεραυνῶι. νῦν δ’ ἱκέτι〈ς ἥ〉κω παρ’ ἀγαυὴν Φερσεφόνειαν, ὥς με πρόφρων πέμψηι ἕδρας εἰς εὐαγε〈όν〉τω〈ν〉. 19ᵃ. — von Rom [Harr.-Murr. 672. * in Kleinerts Philotesia (Berl. 1907) 39. Comp. 43]. ἔρχεται ἐκ καθαρῶν καθαρά, χθονίων βασίλεια, Εὕκλεες Εὐβουλεῦ τε, Διὸς τέκος ἀγλά’, ἔχω δὲ Μνημοσύνης τόδε δῶρον ἀοίδιμον ἀνθρώποισιν. Καικιλία Σεκουνδεῖνα, νόμωι ἴθι δῖα γεγῶσα .