17. Goldplättchen von Petelia c. 4.—3. Jahrh. v. Chr. [ I. G. XIV n. 638 Kaib., Harrison-Murray Prolegomena (Cambr. 1903) 661 ff., Comparetti Laminete Orfiche (Fir. 1910) 32]. εὑρήσσεις δ’ Ἀίδαο δόμων ἐπ’ ἀριστερὰ κρήνην, παρ’ δ’ αὐτῆι λευκὴν ἑστηκυῖαν κυπάρισσον· ταύτης τῆς κρήνης μηδὲ σχεδὸν ἐμπελάσειας. εὑρήσεις δ’ ἑτέραν, τῆς Μνημοσύνης ἀπὸ λίμνης 5 ψυχρὸν ὕδωρ προρέον· φύλακες δ’ ἐπίπροσθεν ἔασιν εἰπεῖν· Γῆς παῖς εἰμι καὶ Οὐρανοῦ ἀστερόεντος, αὐτὰρ ἐμοὶ γένος οὐράνιον· τόδε δ’ ἴστε καὶ αὐτοί· δίψηι δ’ εἰμ(ὶ) αὔη καὶ ἀπόλλυμαι· ἀλλὰ δότ’ αἶψα ψυχρὸν ὕδωρ προρέον τῆς Μνημοσύνης ἀπὸ λίμνης . 10 καὐ〈τοί σο〉ι δώσουσι πιεῖν θείης ἀπ〈ὸ κρήν〉ης, καὶ τότ’ ἔπειτ’ ἄλ〈λοισι μεθ’〉 ἡρώεσσι ἀνάξεις.