16. APOLLON. RHOD. I 494 ἀν δὲ καὶ Ὀρφεύς 495 λαιῆι ἀνασχόμενος κίθαριν πείραζεν ἀοιδῆς. ἤειδεν δ’ ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα τὸ πρὶν ἐπ’ ἀλλήλοισι μιῆι συναρηρότα μορφῆι νείκεος ἐξ ὀλοοῖο διέκριθεν ἀμφὶς ἕκαστα· ἠδ’ ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσιν 500 ἄστρα σεληναίη τε καὶ ἠελίοιο κέλευθοι· οὔρεά θ’ ὡς ἀνέτειλε, καὶ ὡς ποταμοὶ κελάδοντες αὐτῆισιν νύμφηισι καὶ ἑρπετὰ πάντ’ ἐγένοντο. ἤειδεν δ’ ὡς πρῶτον Ὀφίων Εὐρυνόμη τε Ὠκεανὶς νιφόεντος ἔχον κράτος Οὐλύμποιο· 505 ὥς τε βίηι καὶ χερσὶν ὁ μὲν Κρόνωι εἴκαθε τιμῆς, ἡ δὲ Ῥέηι, ἔπεσον δ’ ἐνὶ κύμασιν Ὠκεανοῖο· οἱ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἄνασσον, ὄφρα Ζεὺς ἔτι κοῦρος, ἔτι φρεσὶ νήπια εἰδώς Δικταῖον ναίεσκεν ὑπὸ σπέος, οἱ δέ μιν οὔπω 510 γηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῶι βροντῆι τε στεροπῆι τε· τὰ γὰρ Διὶ κῦδος ὀπάζει.