16. APOLLON. RHOD. I 494 ἀν δὲ καὶ Ὀρφεύς 495 λαιῆι ἀνασχόμενος κίθαριν πείραζεν ἀοιδῆς. ἤειδεν δ’ ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα τὸ πρὶν ἐπ’ ἀλλήλοισι μιῆι συναρηρότα μορφῆι νείκεος ἐξ ὀλοοῖο διέκριθεν ἀμφὶς ἕκαστα· ἠδ’ ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσιν 500 ἄστρα σεληναίη τε καὶ ἠελίοιο κέλευθοι· οὔρεά θ’ ὡς ἀνέτειλε, καὶ ὡς ποταμοὶ κελάδοντες αὐτῆισιν νύμφηισι καὶ ἑρπετὰ πάντ’ ἐγένοντο. ἤειδεν δ’ ὡς πρῶτον Ὀφίων Εὐρυνόμη τε Ὠκεανὶς νιφόεντος ἔχον κράτος Οὐλύμποιο· 505 ὥς τε βίηι καὶ χερσὶν ὁ μὲν Κρόνωι εἴκαθε τιμῆς, ἡ δὲ Ῥέηι, ἔπεσον δ’ ἐνὶ κύμασιν Ὠκεανοῖο· οἱ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἄνασσον, ὄφρα Ζεὺς ἔτι κοῦρος, ἔτι φρεσὶ νήπια εἰδώς Δικταῖον ναίεσκεν ὑπὸ σπέος, οἱ δέ μιν οὔπω 510 γηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῶι βροντῆι τε στεροπῆι τε· τὰ γὰρ Διὶ κῦδος ὀπάζει. 17. Goldplättchen von Petelia c. 4.—3. Jahrh. v. Chr. [ I. G. XIV n. 638 Kaib., Harrison-Murray Prolegomena (Cambr. 1903) 661 ff., Comparetti Laminete Orfiche (Fir. 1910) 32]. εὑρήσσεις δ’ Ἀίδαο δόμων ἐπ’ ἀριστερὰ κρήνην, παρ’ δ’ αὐτῆι λευκὴν ἑστηκυῖαν κυπάρισσον· ταύτης τῆς κρήνης μηδὲ σχεδὸν ἐμπελάσειας. εὑρήσεις δ’ ἑτέραν, τῆς Μνημοσύνης ἀπὸ λίμνης 5 ψυχρὸν ὕδωρ προρέον· φύλακες δ’ ἐπίπροσθεν ἔασιν εἰπεῖν· Γῆς παῖς εἰμι καὶ Οὐρανοῦ ἀστερόεντος, αὐτὰρ ἐμοὶ γένος οὐράνιον· τόδε δ’ ἴστε καὶ αὐτοί· δίψηι δ’ εἰμ(ὶ) αὔη καὶ ἀπόλλυμαι· ἀλλὰ δότ’ αἶψα ψυχρὸν ὕδωρ προρέον τῆς Μνημοσύνης ἀπὸ λίμνης . 10 καὐ〈τοί σο〉ι δώσουσι πιεῖν θείης ἀπ〈ὸ κρήν〉ης, καὶ τότ’ ἔπειτ’ ἄλ〈λοισι μεθ’〉 ἡρώεσσι ἀνάξεις. 17ᵃ. Goldplättchen von Eleuthernai(Kreta) 2. Jahrh. v. Chr. [B. C. hell. XVII 121. Harr. -Murr. 662, Comp. 37] δίψαι αὖος ἐγὼ καὶ ἀπόλλυμαι· ἀλλὰ πιέμ 〈μ〉οι κράνας αἰενάω ἐπὶ δεξιά, τῆ κυφάρισσος. τίς δ’ ἐσί; πῶ δ’ ἐσί; γᾶς υἱός ἠμι καὶ ὠρανῶ ἀστερόεντος.