<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1" n="11"><p rend="indent"><label>11.</label><bibl xml:lang="lat">— de anima A 5. 410ᵇ 22</bibl> φαίνεται γὰρ τά τε φυτὰ ζῆν οὐ μετέχοντα φορᾶς οὐδ’ αἰσθήσεως καὶ τῶν ζώιων πολλὰ διάνοιαν οὐκ ἔχειν. εἰ δέ τις καὶ ταῦτα παραχωρήσειε καὶ θείη τὸν νοῦν μέρος τι τῆς ψυχῆς, ὁμοίως δὲ καὶ τὸ αἰσθητικόν, οὐδ’ ἂν οὕτω λέγοιεν καθόλου περὶ πάσης ψυχῆς οὐδὲ περὶ ὅλης οὐδεμιᾶς. τοῦτο δὲ πέπονθε καὶ ὁ ἐν τοῖς Ὀρφικοῖς ἔπεσι καλουμένοις λόγος· φησὶ γὰρ τὴν ψυχὴν ἐκ τοῦ ὅλου εἰσιέναι ἀναπνεόντων, φερομένην ὑπὸ τῶν ἀνέμων. <bibl xml:lang="deu">Dazu Philop. p. 186, 24</bibl> λεγομένοις εἶπεν, ἐπειδὴ μὴ δοκεῖ Ὀρφέως εἶναι τὰ ἔπη, ὡς καὶ αὐτὸς ἐν τοῖς Περὶ φιλοσοφίας λέγει <bibl xml:lang="mul">[fr. 7 Rose]</bibl>· αὐτοῦ μὲν γάρ εἰσι τὰ δόγματα, ταῦτα δέ φασιν Ὀνομάκριτον ἐν ἔπεσι κατατεῖναι. <bibl xml:lang="lat">Vgl. I 35, 7.</bibl> <bibl xml:lang="lat">AELIAN. V. H. VIII 6</bibl> τῶν ἀρχαίων φασὶ Θραικῶν μηδένα ἐπίστασθαι γράμματα . . . ἔνθεν τοι καὶ τολμῶσι λέγειν μηδὲ τὸν Ὀρφέα σοφὸν γεγονέναι <pb facs="diefragmentederv02dieluoft_0217"/> Θρᾶικα ὄντα, ἀλλ’ ἄλλως τοὺς μύθους αὐτοῦ κατεψεῦσθαι· ταῦτα Ἀνδροτίων λέγει <bibl xml:lang="lat">[fr. 36 FHG I 375]</bibl>. <bibl xml:lang="lat">TATIAN 41 p. 42, 4</bibl> Ὀρφεὺς δὲ κατὰ τὸν αὐτὸν χρόνον Ἡρακλεῖ γέγονεν, ἄλλως τε καὶ τὰ εἰς αὐτὸν ἐπιφερόμενά φασιν ὑπὸ Ὀνομακρίτου τοῦ Ἀθηναίου συντετάχθαι γενομένου κατὰ τὴν Πεισιστρατιδῶν ἀρχὴν περὶ τὴν πεντηκοστὴν ὀλυμπιάδα <bibl>[580-577]</bibl>. τοῦ δὲ Ὀρφέως Μουσαῖος μαθητής.</p></div></div></body></text></TEI>