1. Παραφύλαττε σαυτὸν ἐν παντὶ τῷ βίῳ, μὴ λάθῃ σε συναρπάσασα ἀδόκητος φαντασία ἢ φόβῳ καταπληξαμένη ἢ ἡδονῇ γοητεύσασα ἢ ἐπιθυμίᾳ παραλογισαμένη ἢ λύπῃ ἐξαλλοιώσασα ἢ ὀργῇ ἐξοιστρήσασα ἢ δόξῃ ἐκθυελλώσασα. 2. Ἔπειτα πράττειν ἀναγκάσει οἷς ἐγχειρῶν μὲν οὐ παρακολουθεῖς, παυόμενος δὲ μετανοεῖς, ταράττει δὲ τὰ πλείονα καὶ ἀτρεμίζεις ἥκιστα, δίκην ἀκυβερνήτου νεὼς ἐν χειμερίῳ κλύδωνι ἢ ὑπʼ ἀντιπάλων ῥιπιζομένης ἀνέμων ζόφῳ. 3. Ἀλλὰ γὰρ ὡς ἐν πολέμῳ τινὶ χρώμενος ὅπλῳ τῷ λόγῳ πρὸς τὴν κακίαν καὶ σκοπῶν τὸ καλὸν καὶ προβαλλόμενος διατέλει ὑπάρχων τὸ μὲν ἦθος εὐσταθής, τὴν δὲ γνώμην εὐσθενής, τὸν δὲ λόγον ἐμβριθής, τὴν δὲ πρᾶξιν εὐπρεπής· καὶ τὴν μὲν ὄψιν σεμνός, τὴν δὲ ὁμιλίαν ἤπιος, τὸν δὲ τρόπον ἥμερος· εὐγνώμων δὲ τὴν διάνοιαν, τὸν δὲ βίον χρηστός· μὴ θρασὺς καὶ ὀργίλος, ἀλλὰ θαρσαλέος καὶ πρᾷος. 4. Ἀνδρεῖος γὰρ οὐχ ὁ τύπτων καὶ καταβάλλων τὰ σώματα, ἀλλʼ ὁ ἀνεξικακῶν καὶ πάντῃ ἑστὼς τῇ διανοίᾳ. cf. Stob. (flor.) III, 7, 25 et 17, 39 (Δημοκρίτου) ; Corp. Par. 100 ( Ἀριστοτέλους = Ant. l, 12). 5. Καὶ ἐγκρατὴς οὐχ ὁ τῶν ἀπόντων ἀπεχόμενος, ἀλλʼ ὁ τῶν παρόντων μὴ ἁπτόμενος. cf. Stob. (flor.) III, 17, 17 ( Ἀριστίππου ).