Quae Sequuntur, ex Parvo Labyrintho Sumpta Sunt, Qui vel Caii, vel Anonymi Scriptoris Eiusdem Aevi Est. Φασὶ γὰρ ( Hæretici ) τοὺς μὲν προτέρους ἅπαντας καὶ αὐτοὺς τοὺς ἀποστόλους παρειληφέναι τε καὶ δεδιδαχέναι ταῦτα, ἃ νῦν οὗτοι λέγουσι· καὶ τετηρῆσθαι τὴν ἀλήθειαν τοῦ κηρύγματος μέχρι τῶν Βίκτορος χρόνων, ὃς ἦν τρισκαιδέκατος ἀπὸ Πέτρου ἐν Ῥώμῃ ἐπίσκοπος· ἀπὸ δὲ τοῦ διαδόχου αὐτοῦ Ζεφυρίνου, παρακεχαράχθαι τὴν ἀλήθειαν. ἦν δ’ ἂν τυχὸν πιθανὸν τὸ λεγόμενον, εἰ μὴ πρῶτον μὲν ἀντέπιπτον αὐτοῖς αἱ θεῖαι γραφαί· καὶ ἀδελφῶν δέ τινων ἐστὶ γράμματα πρεσβύτερα τῶν Βίκτορος χρόνων, ἃ ἐκεῖνοι πρὸς τὰ ἔθνη ὑπὲρ τῆς ἀληθείας, καὶ πρὸς τὰς τότε αἱρέσεις ἔγραψαν· λέγω δὲ Ἰουστίνου καὶ Μιλτιάδου καὶ Τατιανοῦ καὶ Κλήμεντος καὶ ἑτέρων πλειόνων, ἐν οἷς ἅπασι θεολογεῖται ὁ Χριστός· τὰ γὰρ Εἰρηναίου τε καὶ Μελίτωνος καὶ τῶν λοιπῶν τίς ἀγνοεῖ βιβλία, Θεὸν καὶ ἄνθρωπον καταγγέλλοντα τὸν Χριστόν; ψαλμοὶ δὲ ὅσοι καὶ ᾠδαὶ ἀδελφῶν ἀπ’ ἀρχῆς ὑπὸ πιστῶν γραφεῖσαι, τὸν λόγον τοῦ Θεοῦ τὸν Χριστὸν ὑμνοῦσι θεολογοῦντες. πῶς οὖν ἐκ τοσούτων ἐτῶν καταγγελλομένου τοῦ ἐκκλησιαστικοῦ φρονήματος, ἐνδέχεται τοὺς μέχρι Βίκτορος οὕτως ὡς οὗτοι λέγουσι κεκηρυχέναι; πῶς δὲ οὐκ αἰδοῦνται ταῦτα Βίκτορος καταψεύ- δεσθαι· ἀκριβῶς εἰδότες, ὅτι Βίκτωρ τὸν σκυτέα Θεόδοτον τὸν ἀρχηγὸν καὶ πατέρα ταύτης τῆς ἀρνησιθέου ἀποστασίας, ἀπεκήρυξε τῆς κοινωνίας, πρῶτον εἰπόντα ψιλὸν ἄνθρωπον τὸν Χριστόν. εἰ γὰρ Βίκτωρ κατ’ αὐτοὺς οὕτως ἐφρόνει ὡς ἡ τούτων διδάσκει βλασφημία, πῶς ἂν ἀπέβαλλε Θεόδοτον τὸν τῆς αἱρέσεως ταύτης εὐρείην; Attulit haec Eusebius lib. v. Hist. cap. 28 . Ex eodem Opere. Ὑπομνήσω γοῦν πολλοὺς τῶν ἀδελφῶν πρᾶγμα ἐφ’ ἡμῶν γενόμενον· ὃ νομίζω ὅτιᵃ εἰ ἐν Σοδόμοις ἐγεγόνει, τυχὸν ἂν κᾀκείνους ἐνουθέτησε. Νατάλιος ἦν τὶς ὁμολογητὴς οὐ πάλαι, ἀλλ’ ἐπὶ τῶν ἡμετέρων γενόμενος καιρῶν. οὗτος ἠπατήθη ποτὲ ὑπὸ Ἀσκληπιοδότου ( for. Ἀσκληπιάδου. vid. notam ) καὶ ἑτέρου Θεοδότου τινὸς τραπεζίτου· ἦσαν καὶ οὗτοι ἄμφω Θεοδότου τοῦ σκυτέως μαθηταὶ, τοῦ πρώτου ἐπὶ ταύτῃ τῇ φρονήσει, μᾶλλον δὲ ἀφροσύνῃ, ἀφορισθέντος τῆς κοινωνίας ὑπὸ Βίκτορος ὡς ἔφην τοῦ τότε ἐπισκόπου. ἀνεπείσθη δὲ ὁ Νατάλιος ὑπ’ αὐτῶν ἐπὶ σαλαρίῳ ἐπίσκοπος κληρωθῆναι ταύτης τῆς αἱρέσεως, ὥστε λαμβάνειν παρ’ αὐτῶν μηνιαῖα δηνάρια ἑκατὸν πεντήκοντα. γενόμενος οὖν σὺν αὐτοῖς, δι’ ὁραμάτων πολλάκις ἐνουθετεῖτο ὑπὸ τοῦ Κυρίου. ὁ γὰρ εὔσπλαγχνος Θεὸς καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, οὐκ ἐβούλετο ἔξω ἐκκλησίας γενόμενον, ἀπολέσθαι μάρτυρα τῶν ἰδίων παθῶν. ἐπεὶ δὲ ῥαθυμότερον τοῖς ὁράμασι προσεῖχε, δελεαζόμενος τῇ τε παρ’ αὐτοῖς πρωτοκαθεδρίᾳ, καὶ τῇ πλείστους ἀπολλυούσῃ αἰσχροκερδείᾳ, τελευταῖον ὑπὸ ἀγίων ἀγγείων ἐμαστιγώθη, δι’ ὅλης τῆς νυκτὸς οὐ σμικρῶς αἰκισθείς· ὥστε ἕωθεν ἀναστῆναι, καὶ ἐνδυσάμενον σάκκον, καὶ σποδὸν καταπασάμενον, μετὰ πολλῆς σπουδῆς καὶ δακρύων προσπεσεῖν Ζεφυρίνῳ τῷ ἐπισκόπῳ, κυλιόμενον ὑπὸ τοὺς πόδας οὐ μόνον τῶν ἐν τῷ κλήρῳ, ἀλλὰ καὶ τῶν λαϊκῶν· συγχέαι τε τοῖς δάκρυσι τὴν εὔσπλαγχνον ἐκκλησίαν τοῦ ἐλεήμονος Χριστοῦ· πολλῇ τε τῇ δεήσει χρησάμνον, δείξαντά τε τοὺς μώλωπας ὧν εἰλήφει πληγῶν, μόλις κοινωνηθῆναι. Attulit haec Eusebius ibid.