Ex Dialogo, vel Disputatione, cum Proclo, sive Proculo, Montanista. Καὶ ἐν τῷ Γαΐου δὲ ( inquit Eusebius lib. iii. Hist. cap. 31. ) οὗ μικρῷ πρόσθεν ( cap. 28. ejusd. lib. ) ἐμνήσθημεν διαλόγῳ, Πρόκλος πρὸς ὃν ἐποιεῖτο τὴν ζήτησιν, περὶ τῆς Φιλίππου καὶ τῶν θυγατέρων αὐτοῦ τελευτῆς συνᾴδων τοῖς ἐκτεθεῖσιν οὕτω φησίν· Μετὰ τοῦτον δὲ προφήτιδες τέσσαρες αἱ Φιλίππου γεγένηνται ἐν Ἱεραπόλει τῇ κατὰ τὴν Ἀσίαν· ὁ τάφος αὐτῶν ἐστὶν ἐκεῖ, καὶ ὁ τοῦ πατρὸς αὐτῶν. Ex eodem Opere. Ἐγὼ δὲ τὰ τρόπαια τῶν ἀποστόλων ἔχω δεῖξαι. ἐὰν γὰρ θελήσῃς ἀπελθεῖν ἐπὶ τὸν Βατικανὸν, ἢ ἐπὶ τὴν ὁδὸν τὴν Ὠστίαν, εὑρήσεις τὰ τρόπαια τῶν ταύτην ἱδρυσαμένων τὴν ἐκκλησίαν. Attulit hoc Eusebius lib. ii. Hist. cap. 25.