21. Θέντεϲ τὴν ἀρχὴν ἐπὶ ἰνίου ἄγομεν τὴν ἐπείληϲιν λοξὴν κατὰ βρέγματοϲ, εὐθϲῖαν δὲ κατ’ ὀφθαλμοῦ, ϲιμὴν δὲ κατὰ γενείου ἄχρι ἰνίου· εἶτα λοξὴν μὲν κατὰ βρέγματοϲ, εὐθεῖαν δὲ κατὰ τοῦ ἑτέρϲυ ὀφθαλμοῦ, ϲιμὴν δὲ κατὰ γενείου, ἐγκύκλιον δὲ κατὰ μετώπου. δυνατὸν δὲ καὶ ταύτην κάτωθεν ἄνω νεμόμενον ἐπιδῆϲαι καὶ ἀπὸ δύο ἀρχῶν ἐνεργοῦντα. διμερὴϲ ὀφθαλμόϲ. (Tab. V 21) 22. Ἐπιδήϲαντεϲ 7τὴν ἡμίρομβον ὥϲτε τὸ χίεϲμα κατὰ μετώπου ταγῆναι ἐπιπλέκομεν τόν τε χάρακα καὶ τὴν διμερῆ φορβεὰν δίχα γενειάδοϲ καὶ μετωπιαίαϲ, ἵνα ἁρμόϲῃ ἐφ’ ὧν πολυμερῶϲ καὶ κεφαλὴν πάϲχουϲαν ἐπιδῆϲαι θέλομεν. πλήξ. (Tab VI 22) 23. θέντεϲ τὴν ἀρχὴν παρ’ ἰνίον ἄγομεν τὴν ἐπείληϲιν λοξὴν κατὰ βρέγματοϲ ἄχρι μήλου, εῖτα διπλώϲαντεϲ ὑπὸ λοβὸν ὠτὸϲ ἐπὶ τὸ ἕτερον μῆλον. εἰτα διπλώϲαντεϲ λοξὴν κατὰ βρέγματοϲ ἄχρι ἰνίου ἄγοντεϲ ἐπιπλέκομεν τὴν διμερῆ φορβεάν, ἱνα ὰρμόϲῃ ἐφ’ ὧν ἰατρικῆϲ ἐπιδέϲεώϲ τιϲ χρῃζει. πολύρομβοc. (Tab VI 23) 24, θέντεϲ τὴν ἀρχὴν ὑπ’ ἀνθερεῶνα ἄγομεν τὴν ἐπείληϲιν εὐθεῖαν κατὰ μυκτῆροϲ καὶ βρέγματοϲ ἐπὶ ἰνίον, εἶτ’ ἐγκύκλιον ὑπὸ λοβοὺϲ ὤτων. καὶ ϲιμὴν κατὰ τοῦ ὑψώματοϲ τῆϲ ῥινὸϲ ἀγαγόντεϲ ἐπιπλέκοντεϲ τὴν διμερῆ φορβεὰν καὶ παρ’ αὐτὰϲ νεμόμεθα ἄχρι τοῦ ϲκεπαϲθῆναι ὅλην τὴν κεφαλὴν δίχα τῶν ὀφθαλμῶν. ἐπὶ πόϲιν δὲ τρεῖϲ ἀναδιπλώϲειϲ ἐπαλλήλουϲ διαδίδομεν κατὰ βρέγματοϲ εὐθείαϲ μέχρι μεϲοφρύου, ἃϲ ὁμοειδῶϲ οὕτω ῥυθμίζομεν. ἵνα ἁρμόϲῃ ἐφ’ ὧν καὶ ἡ πλήξ. περικεφαλαία. (Τab. VI 24) 1 § 20] cf Heliod. ap. Orbas XLVIII 45 6 § 21] cf. Galea. De taec. 45 –47, XVIII A 800; vid. tab 35 XXXVIII, 36 XXXIX, XL 4 ἐπιδηϲεωϲ 5 in mg. ϲοθ 6 ινιον: correxi post λοξὴν addid. μὲν CharteritIs 7 οφθαλμουϲ: corr. Oharterius oἰ μὲν δὴ καταγένιον. cor- rexi 9 ἡ μην δε καταγενιου: ϲorrexi δυνατὸν scripsi: δέχεται 10 καταυ- την: corrcxi. coll. § 14 νεμομένην; correxi ἐπιδηνδε; correxi 11 ἐνερ- γοῦντα scripse: ἐνεργούντοϲ 12 in mg. ϲπ’ 14 φορβαίαν 15 πολυμέροϲ 17 mg. ϲπα′ 19 εἰτα διπλώϲαντεϲ scripsi: ἐπιδηπλώϲαντεϲ, et riursus 20 21 φορβαίαν 22 ἐπιδηϲεωϲ 23 in mg. ϲπβ 25 μυκτηραϲ: corr. Charterius 27 φορβαίαν 29 ἐυθειαν; corr. Charterus 30 ὁμοειδωϲτω: tupplevi: ὀμ πωϲ Charteirus ρυθμι ζομε 32 in mg. ϲπγ′ 25. Ἐπιϲχίϲαντεϲ τὴν ταινίαν ἐξ ἀμφοτέρων τῶν μερῶν, ὥϲτε τὸν μέϲον ϲυνεχῆ ἀπολείπεϲθαι τόπον, τάξαντεϲ τὴν μεϲότητα κατὰ παρειάϲ ἄγομεν τῶν ἀρχῶν τὰϲ μὲν ὐπιϲθίουϲ ἐπὶ κορυφήν, τὰϲ δὲ ἐμπροϲθίουϲ ἐπὶ βρέγμα καὶ ταύταϲ προϲκαταλαμβανόμενοι πρὸϲ ἀλ- λήλαϲ ἀποδεϲμεύομεν, ἵνα ἁρμόϲῃ ἐφ’ ὧν ἀνθερεῶνα ἐπιδῆϲαι θέλομεν. παρειάϲ. (Tab VI 25)