11. Θέντεϲ τὴν ἀρχὴν κατὰ τοῦ ὑψώματοϲ τῆϲ ῥινόϲ, ὥϲτε ἀπο- κρέμαϲθαι, ἄγομεν τὴν ἐπείληϲιν εὐθεῖαν κατὰ βρέγματοϲ ἐπὶ ἰνίον, ἐγκύκλιον δὲ ἐπὶ λοβοὺϲ ὤτων κατὰ ϲφαιρίον ἄχρι ἰνίου· εἶτα ἀνα- διπλώϲαντεϲ τὴν ἀποκρεμαμένην κατὰ βρέγματοϲ εὐθεῖαν ἄχρι ἰνίου καταλαμβανόμεθα, ἵνα ἁρμόϲῃ ἐφ᾿ ὧν τὸ ὕψωμα τῆϲ ῥινὸϲ ἐπιδέϲεωϲ χρῆζει. ῥίν. (Tab. III 11) 12. Θέντεϲ τὴν ἀρχὴν ἐπὶ ἰνίον ἄγομεν τὴν ἐπείληϲιν λοξὴν κατὰ βρέτματοϲ καὶ μεϲοφρύου ὑπὸ μυξωτῆραϲ ἀντίαν τε τῇ πρώτῃ λοξὴν κατὰ μεϲοφρύου καὶ βρέγματοϲ ἐπὶ ἰνίον εἴτ᾿ ἐγκύκλιον κατὰ ϲφαιρίου καὶ μετώπου, ἵνα ἁρμόϲῃ ἐφ᾿ ὧν ϲὺν τοῖϲ μυξωτῆρϲιν καὶ τὸ μεϲό- φρυον ἐπιδῆϲαι θέλομεν. ἱέραξ ἢ ἀετόϲ. (Tab.III 12) 13. Θέντεϲ τὴν ἀρχὴν ἐπὶ ἰνίον ἄγομεν τὴν ἐπείληϲιν λοξὴν κατὰ βρέγματοϲ καὶ μήλου ὑπὸ μυξωτῆραϲ ἀντίαν τε λοξὴν κατὰ τοῦ ἑτέρου μήλου καὶ βρέγματοϲ ἄχρι ἰνίου, εἶτα ἐγκύκλιον κατὰ ϲφαιρίου, ἵνα ἁρμόϲῃ ἐφ᾿ ὧν τοὺϲ μυξωτῆραϲ θέλομεν ἐπιδῆϲαι. ἧμίρομβοϲ ἐπὶ ῥινόϲ. (Tab. IV 13) 14. Θέντεϲ τὴν ἀρχὴν ἐπὶ ἰνίον ἄγομεν τὴν ἐπείληϲιν λοξὴν μὲν κατὰ βρέγματοϲ, εὐθεῖαν δὲ κατὰ παρειᾶϲ, ϲιμὴν δὲ κατὰ γενείου ἄχρι ἰνίου, ἐγκύκλιον δὲ κατὰ μετώπου. ὁμοίωϲ δὲ καὶ ταύτην κάτω- θεν ἔϲτιν ἄνω νεμόμενον καὶ ἀπὸ δύο ἀρχῶν ἐπιδεῖν, ἵνα ἁρμόϲῃ ἐφ᾿ ὧν παρ᾿ ἓν μέροϲ γένυν ἢ παρειὰν ἀπὸ μέρουϲ ἐπιδῆϲαι θέλομεν. μονομερὴϲ φορβεά. (Tab. lV 14) 1 § 10] cf. Heliod. ap. Orib. XLVIII 30; Galen. De fasc. 41, 42, 43, XVIII A 799; Vid. tab. 34 XXXIV. 35 XXXV, XXXVI 8 § 11] cf. Galen. De fasc. 52, XVIII A 803; Vid. tab. 35 XLV 15 § 12] cf Galea. De fasc. 53, XVIII A 503: vid. tab. 38 XLVI 26 § 14] cf Heliod. ap. Oribas. XLVIII 39; Galen. de fase. 23, XVIIII A 793; Vid. tab. 30 XVI 4 ἐϲτιν ego: ταύτην Sehoene. ῆν 5 ἐπιδεῖν scripsi: δν ἴδιον 7 in mq. ϲξθ΄ 8 ἀποκρεμναϲθαι: corr. Chartertius 11 ἀποκρεμναμενην: corr. Chartertius 14 in mg. ϲο΄ 16 μυξωτωραν: correxi: μυξωτῆρα Char- terius τὴν πρώτην: correxi 20 in mg. ϲοα΄ 22 μυξωτηρα : supplevi 25 in mg. ϲοβ΄ 2 παριαϲ, ut solet ϲιυὴν γε: correxi 28 sq. καταθεντεϲ ἄνω νεμωμεν καὶ ἐπι: correxi 29 ἐπιδὴν: corr. Ϲhar- terius 31 in mg ϲογ΄ 15. Θέντεϲ τὴν ἀρχὴν παρ’ ἰνίον ἄγομεν τὴν ἐπείληϲιν λοξὴν κατὰ βρέγματοϲ, εὐθεῖαν δὲ κατὰ παρειᾶϲ, ϲιμὴν δὲ κατ’ ἀνθερεῶνοϲ ἄχρι ἰνίου· εἶτα λοξὴν μὲν κατὰ βρέγματοϲ, εὐθεῖαν δὲ κατὰ τῆϲ. ἑτέραϲ παρειᾶϲ, ϲιμὴν δὲ κατ’ ἀνθερεῶνοϲ ἄχρι τοῦ ἰνίου, ἐγκύκλιον δὲ κατὰ γενείου καὶ μετώπου. δυνατὸν δέ ἐϲτιν καὶ κάτωθεν ἄνω νεμόμενον καὶ ἀπὸ δύο ἀρχῶν καὶ τήνδε ἐπιδεῖν, ἵνα ἁρμόϲη ἐφ’ ὧν ἐξιϲῶϲαι Θέλομεν τὴν γένυν ἢ ἀμφοτέραϲ τὰϲ παρειὰϲ ἐπιδῆϲαι θέλομεν. διμερὴϲ φορβεά. (Tαb IV 15)