6. Ἐμ πίεϲμα δὲ ῥῆξιϲ ὀϲτέου πολυμερὴϲ μετὰ τοῦ ὑφιζηκέναι τὸ καταγὲν ὡϲ καὶ θλίψιν ἀποτελεῖν. καταλαμβάνει δὲ ἑκάτερον ὄψιϲ καὶ μήλωϲιϲ, κοῖλον γὰρ ἑκάτερον μετὰ τῆϲ ἐν κύκλῳ τραχύτητοϲ ὑποπίπτει καὶ ϲυνεῖκον τὸ καταγὲν ὀϲτοῦν πάντωϲ. 7, Ἀποϲκεπαρνιϲμὸϲ δὲ ὁλοτελὴϲ ὸϲτοῦ ἀποκοπὴ παράλοξοϲ καθάπερ ἐπὶ τῶν ϲκεπάρνοιϲ ἀποπελεκωμένων ξύλων· καὶ ἀποϲύρματα λέγεται ϲυναφαιρουμένηϲ καὶ τῆϲ ἐπικειμένηϲ ϲαρκόϲ. 8. Ἄπη χημα δέ ἐϲτιν κατ’ ἐνίουϲ ἡ ἐκ τῶν ἀντικειμένων τοῖϲ πεπληγόϲι μέρεϲιν τοῦ κρανίου γενομένη ῥωγμὴ δίχα ηραύματοϲ τῶν ἐπικειμένων· 9. ῷλάϲμα δὲ κατ’ ἐνίουϲ τὸ ἐπὶ τῶν παιδίων τοῦ ὀϲτέου κοίλωμα, παραπληϲίωϲ τοῦ ἐπὶ τῶν δερματίνων ὴ μολυβίνων ληκύθων ἄνευ ῥήξεωϲ. ὁ μέντοι Δημή τριοϲ τοῦτο ἐμπίεϲμα καλεῖ. 10. Περϊ δὲ τοῖϲ ἄλλοιϲ τόποιϲ κατάγματα γίνεται τὰ μὲν ϲγιδακηδόν, ὅϲα ἀπ’ εὐθείαϲ ϲχίζεται, τὰ δὲ καυληδὸν ἢ ῥαφανηδὸν ἢϲικυηδόν, τὰ δὲ εἰϲ ὄνυχα ἢ καλαμηδὸν ὑπολόξωϲ κατὰ πέραϲ εἰϲ ὅλληλα, ὥϲτε περιφέρειαν ἔπακμον γίνεϲθαι ϲχήματι ὄνυχοϲ πληϲίαν, τὰ δὲ κατὰ ἀπόθραυϲιν ὡϲ πανταχόθεν ἀπολελυμένην ἔχειν τὴν ϲυνέχειαν, τὰ δὲ ἀλφιτηδὸν καὶ καρυηδόν, ὅϲα εἰϲ ἄραγμα πολυ- μερῶϲ εἰϲ λεπτὰ μέρη ῥήγνυται.