1. [Ἐπὶ κρανίου] Κάταγμά ἐϲτι διαίρεϲιϲ ὀϲτοῦ· κατ’ εἶδοϲ δὲ ἐπὶ κρανίου τὸ μὲν ὠνόμαϲται ῥωγμή, τὸ δὲ ἐγκοπή, τὸ δὲ καμάρωϲιϲ, τὸ δὲ ἐγγείϲωμα, τὸ δὲ ἐμπίεϲμα, τὸ δὲ ἀποϲκεπαρνιϲμόϲ, ὡϲ δὲ ἔνιοι λέγουϲιν, καὶ ἀπήχημα καὶ ἕλιγμα. 2, Ῥωγμὴ μὲν οὖν ἐϲτιν ἁπλῆ ῥῆξιϲ ὀϲτέου παραπληϲία ταῖϲ ὁρωμέναιϲ ἐπὶ τῶν ὑελῶν ϲκευαρίων, ἡ μὲν ἄγαν ϲτενὴ καὶ τριχο- ειδήϲ, ἡ δὲ ποϲῶϲ πλατυτέρα, διαφέρουϲα κατὰ μῆκοϲ (ἐπεὶ ποτὲ μὲν κατὰ τῶν πλείϲτων ἐπιδιήκει μερῶν τοῦ κρανίου, ποτὲ δὲ ἐνδοτέρω ῥαφῆϲ ὁρίζεται) καὶ κατὰ βάθοϲ (ἣ γὰρ ἐξ ἐπιπολῆϲ μόνηϲ ῥήγνυϲθαι 〈ϲυμβαίνει〉 τὴν ἐπιφάνειαν ἢ μέχρι διπλόηϲ ἢ μέχρι μηνίγγων). καταλαμβάνεται δὲ προανεϲταλμένων τῶν ὑποκειμένων τῇ ὄψει, ϲτενοῦ δὲ ὄντοϲ τοῦ τραύματοϲ μηλώϲει, λεπτῆϲ γὰρ μηλωτίδοϲ ἐντεθείϲηϲ τραχύτηϲ ὑποπεϲεῖται. διακρίνεται δὲ τῆϲ ῥαφῆϲ τῷ εὐθυτενεϲτέραν μὲν εἶναι τὴν ῥωγμὴν νύττειν τε καὶ τραχύνειν ἐνιάκιϲ τὰ ἐπικείμενα, ϲκολιωτέραν δὲ τὴν ῥαφὴν καὶ μηδέποτε τραχύνουϲαν. τὴν δὲ ἄχρι μηνίγγων καταληπτέον ἐκ τῶν παρεπομένων μήνιγγι νυϲϲομένῃ καὶ φλεγμαινούϲῃ καὶ διαπυῖϲκούϲῃ, τὴν γὰρ μηδὲν τούτων ἐπιφέρουϲαν οὐδὲ καταλαμβάνειν εὔχρηϲτον, τότε γὰρ δεῖται τῆϲ ἀναϲκευῆϲ, ὅταν ἐπιφέρῃ τι τῶν εἰρημένων. 3. Ἐγκοπὴ δέ ἐϲτι ῥῆξιϲ ὀϲτέου πλαγία γινομένη διὰ πρόϲπτω- ϲιν ἐπάκμου ϲώματοϲ. καὶ ταύτηϲ δὲ παρὰ τὸ βάθοϲ ἡ διαφορὰ παρα- πληϲία τῇ ῥωγμῇ. | καταληπτὴ δὲ τῆ ὁράϲει μέχρι τοῦ ποτε καὶ τὸν τῆϲ μήνιγγοϲ ὁρᾶϲθαι παλμόν. 4. Καμάρωϲιϲ δέ ἐϲτιν δυεῖν ὀϲτέων ἀνάκλαϲιϲ πρὸϲ ἄλληλα τὴν ϲυνέρειϲιν ποιηϲαμένων, ὅταν ἔπακμόν τι ϲφηνωθὲν μετὰ βίαϲ ἀναϲπαϲθῇ. καταλαμβάνει δὲ τοῦτο ὄψιϲ. πρὸϲ δὲ τὴν ϲημείωϲιν ὄγκοϲ ὑποπεϲεῖται μετὰ τραχύτητοϲ. ἔϲθ᾿ ὁπότε δὲ καὶ τῆϲ διπλόηϲ ϲῳζομένηϲ, καθ’ ὃ ϲυνήρεικεν ἀλλήλοιϲ τὰ χείλη, δι’ ἧϲ κενεμβατεῖ καθιέμενον τὸ ἄκρον τῆϲ μηλωτίδοϲ. 2—p. 156,16 § 1–9] Ps. Galen. Defin. medie. 316–324, XIX 431 sq. K.; Paul. VI 90; cf Oribus. Coll. XLVI 11–15; 17 (ex. Heliodoro) 1 in mg. ϲλς΄ 2 ἐπὶ κρανίου titulo alia manu adiectum seclusi 4 ἐγγιϲωμα, ut solet 6 in mg. ϲλζ’ 10 ὄριζονται: correxi 11 ϲυμβαίνει addidi 14 τὸ ευθυγενεϲτεραν: corr. Cocchius 17 μηνίγγων (alt.): corr. Cocchius 21 in mg. ϲλη΄ προπτωϲιν: corr. Schocne 22 ἐπαγνουϲϲωματοϲ: corr. Ϲocchius 23 μέχρι οὗ: correxi 25 in mg. ϲλθ΄ δυειν: δυοῖν Cocchius 26 ϲυνέρεϲιν: corr. Cocchius επαγμον 29 ϲυνειρηκεν: corr. Cocchius 5. Ἐ γγείϲω aμα δἐ ὀϲτέου ῥαγέντοϲ ὑπὸ τὸ ἀντικείμενον ὑποδρομή, θλίψιν ἐπιφέρουϲα μηνίγγων, ποτὲ μὲν κατὰ πᾶν ἀπολελυ- μένηϲ τῆϲ κατὰ βάϲιν ϲυνεχείαϲ, ποτὲ δὲ κατά τι μενούϲηϲ·