Ὀξύτεραι δὲ καὶ αἱ ἄλλαι κατὰ κύστιν νόσοι· καὶ γὰρ ἐπικαιρότερον τὸ χωρίον, καὶ εὐθὺς ἀπὸ παίδων νοσεῖν εἰθισμένον, ἐν ᾧ δὴ μάλιστα αἱ ὀξεῖαι νόσοι γίγνονται· τὸ δὲ κατὰ νεφροὺς γέρουσι μᾶλλον ἢ νέοις συμβαίνει· διὰ τόδε καὶ μαλακώτερον ἐκείνων ἐστίν. Πάντα δὲ, καὶ τὰ τῶν νεφρῶν, καὶ τὰ τῆς | κύστεως οὐκ εὐμεταχείριστα, καὶ μάλιστα ὅσα ἕλκη ἐν αὐτοῖς γίγνεται· ἐπιῤῥέον γὰρ συνεχῶς τὸ οὖρον δάκνει τε ἅμα, καὶ εἰς ὠτειλὰς ἰέναι κωλύει· ὡς δὴ τοιαῦτα ὄντα προαγορεύειν χρὴ καὶ ἰᾶσθαι.