Ὅσα περὶ τοὺς νεφροὺς καὶ τὴν κύστιν νοσήματα γίγνεται, κατὰ ἕκαστον γράψω, καὶ ὡς γιγνώσκειν ἀυτὰ χρὴ, καὶ ὡς θεραπεύειν. Τὸ | μὲν δὴ σύμπαν ἐν νεφροῖς οὐ πάνυ ὀξεῖαι νόσοι γίγνονται· Θανατώδεις γε μὴν οὐχ ἧσσον ἢ ἑτέρωθι· καὶ γὰρ ἕλκη καὶ ἐμπυήματα αὐτοῦ συστάντα πολλοὺς ἐν τῷ χρόνῳ ἀπέκτειναν· ἐπεὶ καὶ φλεγμήναντες οἱ νεφροὶ ὀδυνῶσι μέν τι καὶ μειζόνως, οὐ μὴν οὐδὲ αὐτὴ ἡ νόσος συνταχύνει· αἱ δὲ κατὰ κύστιν φλεγμοναὶ ὀξύτερον· καὶ γὰρ οὖρον ἀποληφθῆναι τούτοις ἑτοιμότερον, καὶ πυρέξαι, καὶ παραφρονῆσαι, καὶ ἐμέσαι πολλά τε καὶ ἄκρατα.