οὕτω καὶ τῶν ἀνθρωπίνων πραγμάτων ὥσπερ ἐκ πηγῆς ἀενάου ῥεῖ ἡ γένεσις καὶ ἡ χορηγία, ὀξέως μὲν καὶ μετὰ ἀμηχάνου τάχους, ἀνεπαίσθητος δὲ ἡ φορά· καὶ ἐξαπατᾶται ὁ λογισμός, ὥσπερ ἐπὶ τοῦ ποταμοῦ ἡ ὄψις, καὶ καλεῖ βίον ἕνα καὶ τὸν αὐτόν, τὸ δέ ἐστιν χρῆμα πολύμορφον καὶ παντοδαπόν, πολλαῖς μὲν τύχαις, πολλοῖς δὲ πράγμασιν, πολλοῖς δὲ καιροῖς ἀλλοιούμενον· ἐπιτέτακται δὲ αὐτῷ ὁ λόγος, σχηματιζόμενος ἀεὶ τοῖς παροῦσιν, ὥσπερ ἰατροῦ τέχνη ἐπὶ σώματι οὐχ ἑστῶτι, ἀλλὰ φερομένῳ ἄνω καὶ κάτω, καὶ ὑπὸ κενώσεως καὶ πλησμονῆς κυκωμένῳ, οἰκονόμου | σα αὐτοῦ τὴν ἔνδειαν καὶ 20a τὸν κόρον. Τοῦτο καὶ τῷ τῶν ἀνθρώπων βίῳ ὁ τῶν φιλοσόφων δύναται λόγος, ξυναρμοζόμενος τοῖς πάθεσιν καὶ πεπαίνων μὲν τὰ σκυθρωπά, συνευφημῶν δὲ τοῖς φαιδροτέροις.