Ἔστω τρίγωνον ὀξυγώνιον, οὗ τὸ μικρότερον σκέλος ποδῶν ιγ´, καὶ τὸ μεῖζον ποδῶν ιε´, καὶ ἡ βάσις ποδῶν ιδ´, καὶ περιγεγράφθω κύκλος· εὑρεῖν αὐτοῦ τὴν διάμετρον· ποιῶ οὕτως· τὸ μικρότερον σκέλος ἐπὶ τὸ μεῖζον, τὰ ιγ´ ἐπὶ τὰ ιε´, γίνονται πόδες ρϥε´· εἰς ιβ˝ γίνονται πόδες ιϚ´ δ˝· τοσούτων ἔσται ἡ διάμετρος τοῦ κύκλου. Ἔστω τρίγωνον ἀμβλυγώνιον καὶ ἐχέτω τὴν μίαν πλευρὰν ποδῶν ι´ καὶ τὴν βάσιν ποδῶν θ´, καὶ τὴν ὑποτείνουσαν ποδῶν ιζ´, καὶ ἐγγεγράφθω κύκλος· εὑρεῖν αὐτοῦ τὴν διάμετρον· ποιῶ οὕτως· φανερὸν ὅτι τὸ ἐμβαδὸν τοῦ τριγώνου ἐστὶ ποδῶν λϚ´· ταῦτα ἐπὶ τὰ δ´ γίνονται πόδες ρμδ´· καὶ σύνθες τὰς τρεῖς πλευρὰς τοῦ τριγώνου· γίνονται πόδες λϚ´· ἄρτι μέρισον τῶν ρμδ´ τὸ λϚ˝· γίνονται πόδες δ´· ἔσται ἡ διάμετρος τοῦ ἐπιγραφομένου κύκλου ποδῶν δ´. Ἔστω τρίγωνον ἀμβλυγώνιον καὶ ἐχέτω τὸ μικρότερον σκέλος ποδῶν ι´, καὶ τὴν βάσιν ποδῶν θ´, καὶ τὴν ὑποτείνουσαν ποδῶν ιζ´, καὶ περιγεγράφθω κύκλος· εὑρεῖν αὐτοῦ τὴν διάμετρον· ποιῶ οὕτως· τὸ μικρότερον σκέλος ἐπὶ τὸ μεῖζον, τὰ ι´ ἐπὶ τὰ ιζ´, γίνονται πόδες ρο´ φανερὸν ὅτι κάθετος τοῦ τριγώνου ἐστὶ ποδῶν η´· ἄρτι μερίζουσι τὸ η˝ τῶν ρο´ γίνονται πόδες κα´ δ˝· ἔσται ἡ διάμετρος τοῦ κύκλου ποδῶν κα´ δ˝. Ἔστω κύκλος, οὗ ἡ διάμετρος ποδῶν ιδ´· ἡ δὲ περίμετρος εὑρεθήσεται κατὰ τὴν ἔκθεσιν ποδῶν μδ´· τὸ δὲ ἐμβαδὸν ἐὰν δὲ θέλῃς τὴν μέθοδον τῆς περιμέτρου εὑρεῖν, ποίει οὕτως· πάντοτε τὴν διάμετρον ποίει ἐπὶ τὰ κβ´· γίνονται 2. ποιῶν G 6. ἔστω G 8. μικρὸν G 10. περιγράφθω G 1. τὰ ιγ´ ἐπὶ om. G 13. τοσοῦτον ἔστω G 16. ἐγγράφθω G 21. ἔστω G 22. μικρὸν G 25. ποιοῦ G 28. ἔστω G πόδες τη΄· καὶ πάντοτε μέριζε καθολικῶς παρὰ τὸν ζ΄ τουτέστιν ὧν ζ″ · γίνονται μδ΄· ἔσται ἡ περίμετρος ποδῶν μδ΄. Ἔστω κύκλος, οὗ ἡ περίμετρος ποδῶν π΄· εὑρεῖν αὐτοῦ τὴν διάμετρον· ποιῶ οὕτως· πάντοτε τὴν περίμετρον ἐπὶ τὰ ζ΄· γίνονται φξ΄· μερίζω· ὧν τὸ κβ″· γίνονται πόδες κε΄ Ϲ· ἔσται ἡ διάμετρος τοῦ κύκλου ποδῶν κε΄ Ϲ.