86 ἀνάγει τὴν διώστραν. δεῖ δὲ ἀντὶ πολυσπάστου τύμπανον συμφυὲς γενόμενον τῷ ἄξονι καὶ διὰ σκυταλῶν ἐπιστρεφόμενον διʼ ὅπλου ἁπλοῦ τὴν καταγωγὴν ποιεῖσθαι. Δεῖ δὲ καὶ τὸ ὅλον ὄργανον μετέωρον ἐπὶ βάσεως κεῖσθαι, ὅπως ἡ καταγωγὴ εὐχερεστέρα γένηται, καὶ ἐπιστρέφεσθαι αὐτὸ ὡς ἄν τις προαιρῆται, καὶ ἀνανεύειν, ὡς μετὰ τὸ ἐπιτεθῆναι τὸ βέλος, καταστήσαντες αὐτὸ ἐπὶ τὸν σκοπόν, νεῦρον ἀποσχάσωμεν. διὰ γὰρ τοῦ μήκους τῆς σύριγγος διοπτεύοντες ἐπιτευξόμεθα τοῦ σκοποῦ. Ἑξῆς οὖν καὶ τὰ περὶ τὴν βάσιν τοῦ ὀργάνου ἐροῦμεν. ἔστω οὖν σῦριγξ ἡ ΣΤΥΦ· διώστρα δὲ ἡ ΧΨΩ· ὁ δὲ ἐν τῇ ἀρχῇ τῆς σύριγγος ἄξων ὁ Ϡ‚Α, τρήματα ἔχων σκυταλίδων δύο. νοείσθωσαν οὖν σκυτάλαι αἱ Ϡ‚Α‚‚÷ ὅπλα δὲ τὰ ἐκ τῆς διώστρας |