79 τὴν τοξῖτιν νευράν, διʼ ἧς συνέβαινε κάμπτεσθαι τοὺς ΑΒ, Γ∠ ἀγκῶνας τοῦ τόξου. ὅταν οὖν ἔδοξεν αὐτάρκης ἡ καταγωγὴ γεγονέναι, ἐπιθέντες τὸ βέλος ἐπὶ τὴν ἐπιτοξίτιδα, ἀπέσχαζον τὴν χεῖρα σπαράξαντες τὴν σχαστηρίαν, καὶ συνέβαινε τὴν ἐξαποστολὴν τοῦ βέλους γίνεσθαι. Δεῖ δὲ τὴν διώστραν καταχθεῖσαν μηκέτι ὑπὸ τῆς τοξίτιδος ἀνάγεσθαι εἰς τὸ ἄνω μέρος, ἀλλὰ μένειν, ἄχρι ἂν ἐπιτεθὲν τὸ βέλος ἐκτοξευθῇ ἐπὶ τὸν δοθέντα σκοπόν. ἐγίνετο οὖν καὶ τοῦτο οὕτως· νοείσθω γὰρ τῆς ΕΖΗΘ σύριγγος κρόταφος ὁ κατὰ τὸ μῆκος ὁ ΩϚ. ἐν δὲ τούτῳ προσηλωμένον κανόνιον ὠδοντωμένον τὸ ϥϡ· τῇ δὲ διώστρᾳ κατὰ τὸ ‚Α‚Β προσκείσθω κόραξ ὁ ‚Γ‚∠, κινούμενος περὶ περόνην. καταγομένης οὖν τῆς διώστρας, συνέβαινε τὸν ‚Γ‚∠ κόρακα, ὃν δὴ κατακλεῖδα ἐκάλουν, ἐπιπορεύεσθαι κατὰ τῶν ὀδόντων πλάγιον. διαχθείσης δὲ τῆς διώστρας, ἀντή|