<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0559.tlg012.1st1K-grc1"><div type="textpart" subtype="section" n="78"><p>78 (ἦν γὰρ καὶ ὑψηλότερον τοῦ ἐπικειμένου κανόνος)· τὸν δὲ ΝΞΟ
δάκτυλον χεῖρα· τὰ δὲ εἰρημένα στημάτια κατοχεῖς· τὸ δὲ ΠΡ κανόνιον σχαστηρίαν·
τὸν δὲ ΤΥΦΧΨ κανόνα καταγωγίδα· τὰ δὲ ΑΒ, Γ∠ ἄκρα τοῦ τόξου
ἀγκῶνας. ταύτης δὲ τῆς κατασκευῆς γενηθείσης, εἰ ἠβούλοντο ἐντεῖναι τὸ
<note type="footnote">76. 3 ἔχοντα Köchly, ἔχων MPV Wescher 13 〈Μ〉 R. Schneider 〈δὲ〉 supplevi</note>

<pb n="22"/>
<lb n="5"/> τόξον, ἀνῆγον τὴν διώστραν ἐπὶ τὰ πρὸς τῷ μέρη, ἄχρι ἂν ἀνανεύσασα ἡ
χεὶρ ὑπερβῇ τὴν τοξῖτιν νευράν· ἔστι δὲ ἐπάνω τῆς διώστρας. εἶτα ἐπινεύσαντες
αὐτὴν ὑπέβαλλον τὴν σχαστηρίαν, ὥστε ἀνανεῦσαι μηκέτι δύνασθαι τὴν χεῖρα·
καὶ μετὰ ταῦτα <add cause="omitted">τὸ</add> διωσθὲν ἄκρον τῆς διώστρας εἰς τὸ ἔξω μέρος ἀντήρειδον
τοίχῳ τινὶ ἢ τῷ ἐδάφει, καὶ ταῖς χερσὶ κατέχοντες τὰ ἄκρα τῆς ΤΥΦΧΨ
<lb n="10"/> καταγωγίδος, ἐπήρειδον τὴν γαστέρα ἐπὶ τοῦ ΧΨ κοιλάσματος, καὶ βιαζόμενοι
τῷ ὅλῳ σώματι διώθουν τὴν διώστραν, καὶ κατῆγον|</p></div></div></body></text></TEI>