<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0559.tlg012.1st1K-grc1"><div type="textpart" subtype="section" n="106"><p>106 τους αὐτῶν· δἰ ὧν βαστάζεται ἡ
σανὶς ἡ τὴν σύριγγα ἔχουσα ἐπάνω. ἐκ δὲ τῆς σύριγγος καὶ τοῦ διαπήγματος
<note type="footnote">102. 6 〈δὲ〉 Köchly 11 ⟨τὰ⟩ Köchly 105. 10, ἐπιτιθέαμεν Wescher, ἐτιθέμεν
M, ἐπιτιθέασι μὲν PV</note>

<pb n="36"/>
τόρμος ἁρμοστὸς διωθεῖται, ὀπῆς γενομένης ἐν μέσῳ τοῦ κάτω περιτρήτου,
ἀνέχων ὅλον τὸ πλινθίον. τὰ δʼ ἄλλα πάντα, ὡς εἴρηται ἐπὶ τοῦ παλιντόνου, τὰ
<lb n="5"/> αὐτὰ γίνεται. |</p></div><div type="textpart" subtype="section" n="107"><p>107 Τὰ δὲ καλούμενα ἐντόνια κατασκευάζεται τόνδε τὸν τρόπον. ξύλα δεῖ
λαμβάνειν τετράγωνα Β ἴσα τὰ ΑΒ, Γ∠· καὶ διαπήγμασι τέσσαρσι συλλαβεῖν
ἴσοις τοῖς Ε, Ζ, Η, Θ, ὧν δύο τὰ ἄκρα τόρμους ἐχέτω διεκπίπτοντας εἰς τὸ ἔξω
μέρος, ὥστε εἰς τὰς ὑπεροχὰς τρημάτων ὄντων σφῆνας διῶσαι τοὺς συνέχοντας
<lb n="5"/> τὸ πῆγμα. πρὸς δὲ τοῖς ἄκροις τῶν τετραγώνων ξύλων ὀνίσκοι ἔστωσαν πλάγιοι
στρεφόμενοι οἱ ΚΛ, ΜΝ, τρήματα ἔχοντες, ὥστε ἐμβάλλεσθαι σκυτάλας ἐν τοῖς
ἄκροις ἢ καὶ ἐν μέσῳ, διʼ ὧν ἐπιστραφήσονται. ἐπὶ δὲ τῶν Ε, Ζ, Η, Θ διαπήγματων
<add cause="omitted">δύο ἄλλα ἔστωσαν ξύλα</add> ὑπερέχοντα τῶν τετραγώνων ξύλων εἰς τὸ
ἄνω μέρος.</p><lb n="10"/><p>Ὅταν οὖν βουλώμεθα ἐντεῖναι ἤτοι τὰ τοῦ παλιντόνου ἡμιτόνια ἢ τοῦ
εὐθυτόνου τὸ πλινθίον, συνθέντες, ὡς προείρηται, τόν τε παραστάτην καὶ
ἀντιστάτην καὶ τὰ δύο περίτρητα, καὶ προσθέντες τὰς ἐπιζυγίδας, κατακλινοῦμεν
ἐπὶ τὰ μέσα διαπήγματα τὰ Ε, Ζ, Η, Θ καὶ σφηνώσαντες καλῶς πρὸς τὰς
ἐκ τῶν διαπηγμάτων ὑπεροχὰς</p></div><div type="textpart" subtype="section" n="108"><p>108 ἐξάψομεν τὴν μίαν ἀρχὴν τοῦ τόνου ἐκ τῆς μιᾶς
ἐπιζυγίδος· τὴν δὲ ἄλλην ἀποδόντες διὰ τοῦ ἀντικειμένου τρήματος εἰς τὸν
ἐφεξῆς ὀνίσκον <add cause="omitted">ἐκτενοῦμεν</add> ἄχρις οὗ ἀναιρεθῇ τοῦ πάχους τῆς τριχέας τοῦ
τόνου τὸ τρίτον μέρος· εἶτα ἀπολαβόντες παρὰ τὴν χοινικίδα τὸν τόνον περιστομίδι
<lb n="5"/> τινί, ἐκλύσομεν τὸν τόνον ἐκ τοῦ ὀνίσκου· καὶ τὴν ἀρχὴν αὐτοῦ διαβαλόντες
διὰ τῶν τρημάτων ἀποδώσομεν εἰς τὸν ἕτερον ὀνίσκον, καὶ ταὐτὰ
ποιήσομεν ἀνιέντες κατὰ βραχύ τὴν περὶ τὴν ἐπείλησιν περιστομίδα. ἡ δὲ
περιστομίς ἐστι ξύλον μῆκος ἔχον ὡς παλαιστῶν Β ἢ Γ, καὶ ἐκ τῆς οὐρᾶς
ἀνατομὴν ἔχον πρὸς τὸ τοῦ τόνου πάχος. διαμηρυθέντος δὲ τοῦ τόνου, ὅταν τὰ
<lb n="10"/> τρήματα τὰ δεχόμενα αὐτὸν δυσχερῶς παραλαμβάνῃ διὰ τὸ πεπληρῶσθαι, δεῖ
σιδηρᾶς κέστρας στρογγύλας καὶ λείας οὔσας καὶ ἐκ τοῦ ἄκρου λεπτὰς διωθεῖν
διὰ τῶν εἰρημένων τρημάτων καὶ σφύρᾳ ἐγκρούειν. ἐπὰν δὲ δόξῃ ἱκανὸς τόπος
γεγενῆσθαι πρὸς τὸ παραδέξασθαι τὸν τόνον, οὕτως δεῖ διαβάλλειν αὐτόν. ὅταν |</p></div><div type="textpart" subtype="section" n="109"><p>109 δὲ καὶ οὕτως δυσχερῶς παραδέχηται, ῥαφίδα σιδηρᾶν δεῖ λαβόντα διεῖραι τὴν
ἀρχὴν τοῦ τόνου διὰ τοῦ ἐν αὐτῇ τρήματος, καὶ αὐτὴν τὴν ῥαφίδα διώσαντα
ἐπισπᾶσθαι τὸν τόνον. ὅταν δὲ καλῶς δόξῃ σοι πεπληρῶσθαι τὰ τρήματα, τὸ
καταλειπόμενον τοῦ τόνου, ἐὰν μὲν πολὺ ᾖ, ἀποκόψεις παῤ ὀλίγον· ἐὰν δὲ
<lb n="5"/> ὀλίγον ᾖ, ἐάσεις καὶ ἐπειλήσεις αὐτὸ περὶ τὸ ἥμισυ τοῦ τόνου· εἶτα διαβαλὼν τὸν
ἀγκῶνα, τὰ ἑξῆς πρᾶττε ὡς προείρηται.|</p></div><div type="textpart" subtype="section" n="110"><p>110 ἐὰν δὲ ἐν ταῖς πυκναῖς καταγωγαῖς ὁ
τόνος χάλασμα λάβῃ, ἐπιστρέψεις τὰς χοινικίδας, ὡς προείρηται, τῷ μοχλῷ τῷ
σιδηρῷ τῷ ἔχοντι τὸν κρίκον.</p><p>Νεύροις δὲ δεῖ χρῆσθαι, ἤτοι ὠμιαίοις ἢ νωτιαίοις, καὶ πάντων τῶν ζῴων
<note type="footnote">107. 8 〈δύο . . . ξύλα〉 Diels 108. 3 〈ἐκτενοῦμεν〉 R. Schneider, 〈ἐντείνομεν〉 Thévenot
ἀναιρεθῇ R. Schneider, συναιρεθῇ MPV 8 οὐρᾶς R. Schneider, κουρᾶς MPV</note>

<pb n="38"/>
<lb n="5"/> πλὴν συῶν· ἀποίητα γάρ. διανοεῖσθαι δὲ δεῖ ὅτι εὔχργστα τὰ νωτιαῖα ἤτοι
ὠμιαῖα τῶν ἄλλων ζῴων· εὕρηται γὰρ ἐπιπλέον γυμναζόμενα τοῦ ζῴου νεῦρα
εὐτονώτερα τυγχάνειν· οἷον ἐλάφου μὲν τὰ ἐκ τῶν ποδῶν· ταύρου δὲ τὰ ἐπὶ τοῦ
αὐχένος. καὶ ἐπὶ τῶν ἄλλων δὲ διανοοῦ οὕτως.</p><p>Τὴν δὲ τοξῖτιν νευρὰν ἐκ τῶν εὐτονωτάτων νεύρων δεῖ πλέκειν. μία γὰρ οὖσα
<lb n="10"/> πολλὰ ἀπεργάζεται, καὶ ὑπομένει τὴν τῆς ἐξαποστολῆς βίαν. διάφοροι δὲ
γίνονται τῇ πλοκῇ τοξίτιδες. ἡ μὲν γὰρ τοῦ εὐθυτόνου στρογγύλη γίνεται,
ἐπείπερ εἰς τὴν τοῦ ὀιστοῦ ἐμπίπτει|</p></div></div></body></text></TEI>