Τμῆμα ἦττον ἡμισφαιρίου, οὗ ἡ διάμετρος ποδῶν ῑβ καὶ ἡ κάθετος ποδῶν δ· εὑρεῖν τὸ στερεόν. ποιῶ οὕτως· τῆς διαμέτρου τὸ U+2220΄· γίνονται ϛ. ταῦτα ἐφʼ ἑαυτά· γίνονται λϛ. ταῦτα καθόλου ἐπὶ τὰ γ· γίνονται ρη· καὶ τὴν κάθετον ἐφʼ ἑαυτήν· γίνονται ῑϛ. σύνθες ὁμοῦ· γίνονται ρκδ. ταῦτα ἐπὶ τὴν κάθετον, ἐπὶ τὰ δ· γίνονται υ𝔮ς. ταῦτα ἑνδεκάκις· γίνονται ,ευνϛ. τούτων τὸ κα΄· γίνονται σνθ β ζ΄. Σφαίρας ἡ διάμετρος ποδῶν ῑγ· εὑρεῖν αὐτῆς τὴν ἐπιφάνειαν. ποιῶ οὕτως· τὰ ῑγ ἐφʼ ἑαυτά· γίνονται ρξθ. ταῦτα ἐπὶ τὰ δ· γίνονται χοϛ. ταῦτα ἑνδεκάκις· γίνονται ζυλϛ. τούτων τὸ ιδ΄· γίνονται φλᾱ ζ΄. τοσούτου ἔσται.