τοσούτων ἔσται τὸ στερεόν. εὑρεῖν αὐτοῦ καὶ τὴν ἐπιφάνειαν. τῆς βάσεως τὸ U+2220΄ ἐφʼ ἑαυτό· γίνονται λϛ· καὶ τὴν κάθετον ἐφʼ ἑαυτήν· γίνονται πᾱ· ὁμοῦ γίνονται ριζ. ταῦτα τετράκις· γίνονται ῡξη. ταῦτα ἑνδεκάκις· γίνονται ,ερμη. τούτων τὸ ιδ΄· γίνονται τξζ U+2220΄. τοσούτου ἡ ἐπιφάνεια τοῦ μείζονος τμήματος τοῦ ἡμισφαιρίου. Σφαίρας ἡ διάμετρος ποδῶν ῑγ· εὑρεῖν αὐτῆς τὸ στερεόν. ποίει οὕτως· κύβισον τὴν διάμετρον· γίνονται ,βρ𝒢ζ. ταῦτα ἑνδεκάκις β ,δρξζ. τούτων τὸ κα΄· γίνονται ᾱρν β κα΄. τοσούτων ἔσται τὸ στερεόν.