<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0559.tlg007.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="4"><note type="marginal">p. 184</note><p>δ. Ἐν δὲ τῇ ἄνω ἐπιφανείᾳ τοῦ κανόνος σωλὴν
ἐγκέκοπται ἤτοι στρογγύλος ἢ τετράγωνος, τῷ μήκει <lb n="10"/>
τηλικοῦτος, ὥστε δέξασθαι σωλῆνα χαλκοῦν μῆκος
ἔχοντα ἔλασσον τοῦ κανόνος ὡς δακτύλους δώδεκα.
τῷ δὲ χαλκῷ σωλῆνι πρόσκεινται ἕτεροι σωλῆνες ὀρθοὶ
ἐκ τῶν ἄκρων, ὥστε δοκεῖν ἀνακεκάμφθαι τὸν σωλῆνα·
τῆς δʼ ἀνακαμπῆς τὸ ὕψος οὐ πλεῖον γίνεται δακτύλων <lb n="15"/>
δύο. εἶτα μετὰ τοῦτο ἐπιπωμάζεται ὁ χαλκοῦς
<note type="marginal">p. 186</note> σωλὴν κανόνι ἐπιμήκει ἁρμόζοντι εἰς τὸν σωλῆνα,
ὥστε συνέχειν τόν τε χαλκοῦν σωλῆνα καὶ εὐπρεπεστέραν
τὴν ὄψιν παρέχειν. ἐν δὲ ταῖς εἰρημέναις
ἀνακαμπαῖς τοῦ σωλῆνος ἐναρμόζεται ἐν ἑκατέρᾳ <lb n="20"/>
ὑάλινον κυλίνδριον πάχος μὲν ἔχον ἁρμοστὸν τῷ
σωλῆνι, ὕψος δὲ ὡς δακτύλων δώδεκα· εἶτα περιστεγνοῦται
εἰς τὰς ἀνακαμπὰς τὰ ὑάλινα κυλίνδρια κηρῷ
ἢ ἄλλῳ τινὶ στεγνώματι, πρὸς τὸ ὕδατος ἐμβληθέντος
διʼ ἑνὸς τῶν κυλινδρίων μηδαμόθεν διαρρεῖν.</p><lb n="25"/><p>Περίκειται δὲ τῷ πλαγίῳ κανόνι πηγμάτια δύο
κατὰ τοὺς τόπους, ἐν οἷς ἐστιν τὰ ὑάλινα κυλίνδρια,
ὥστε διʼ αὐτῶν διελθόντα τὰ ὑάλινα συνέχεσθαι. ἐν
<note type="footnote">2 post στη hiat disputatio, desunt 4 folia, cf. proleg p. XIV;
f. στη〈μάτια συμφυῆ γίνεται τῇ πλίνθῳ . . . . . .〉 3 μακροὶ καὶ
οἱ ὄντες: f. καὶ οι (i. e. παράλληλοι) ὄντες (sc. κανόνες) 7 δια-</note>


<pb n="198"/>



<pb n="200"/>
δὲ τοῖς εἰρημένοις πηγματίοις λεπίδια χαλκᾶ ἐναρμόζεται,
διατρέχειν μὲν δυνάμενα ἐν σωλῆσι διὰ τῶν
τοίχων τῶν πηγματίων ψαύοντα τῶν ὑαλίνων κυλινδρίων,
μέσας ἔχοντα ἀνατομὰς, διʼ ὧν δυνατὸν ἔσται
διοπτεύειν. τοῖς δὲ εἰρημένοις λεπιδίοις συμφυῆ <lb n="5"/>
γίνεται ἐκ τῶν κάτω μερῶν χοινικίδια, ὕψος ἔχοντα
ὡς ἡμιδακτυλ<add cause="omitted">ί</add>ου, καὶ τούτοις ἁρμοστὰ γίνεται ἀξόνια
χαλκᾶ, μῆκος μὲν ἔχοντα ὅσον ἐστὶν τὸ ὕψος τοῦ
πήγματος τοῦ πρὸς ἑνὶ τῶν ὑαλίνων κυλινδρίων, ἃ
διὰ τρήματος ἀνέρχεται ἐν τῷ κανόνι τῷ τὸν σωλῆνα <lb n="10"/>
<note type="marginal">fol. 63v</note> ἔχοντι. ἐν δὲ τοῖς ἀξονίοις ἕλικες ἐντέμνονται, | εἰς ἃς
τυλάρια ἁρμοστὰ γίνεται συμφυῆ ὄντα τῷ κανόνι. ἐὰν
ἄρα τὰς τῶν ἀξον<add cause="omitted">ί</add>ων ὑπεροχὰς τὰς εἰς τὸ κάτω
μέρος ἐπιστρέφῃ τις, κινήσει τὰ λεπίδια τὰ τὰς ἀνατομὰς
ἔχοντα ἔκ τε τοῦ ἄνω καὶ κάτω μέρους· ἕξει γὰρ <lb n="15"/>
τὸ πρὸς τῇ λεπίδι ἄκρον τοῦ ἀξονίου τυλάριον ἐμβαῖνον
εἰς σωλῆνα ἐνόντα ἐν τῷ χοινικιδίῳ.</p></div><div type="textpart" subtype="chapter" n="5"><note type="marginal">p. 188</note><p>ε. Καὶ ἡ μὲν τῆς διόπτρας κατασκευὴ εἴρηται, τὴν
δὲ τῶν παρατιθεμένων αὐτῇ κανόνων καὶ ἀσπίδων νῦν
ἐροῦμεν. δύο γίνονται κανόνες μῆκος μὲν ὡς πηχῶν <lb n="20"/>
ι, πλάτος δὲ ὡς δακτύλων ε, πάχος δὲ ὡς δακτύλων
τριῶν. ἐν δὲ τῷ μέσῳ πλάτει ἑκατέρων αὐτῶν πελεκῖνος
γίνεται θῆλυς τὰ στενὰ εἰς τὸ ἔξω μέρος ἔχων,
ἰσομήκης τῷ κανόνι. τούτῳ δὲ ἁρμοστὸν γίνεται χελωνάριον
εὐλύτως διατρέχειν εἰς αὐτὸν δυνάμενον καὶ <lb n="25"/>
μὴ ἐκπίπτειν. τούτῳ δὲ τῷ χελωναρίῳ προσηλοῦται
ἀσπιδίσκη τὴν διάμετρον ἔχουσα ὡς δακτύλων δέκα ἢ
δώδεκα· καὶ διὰ τοῦ κύκλου εὐθείας βληθείσης πρὸς
<note type="footnote">4f. 〈δ᾿〉ἔχοντα 7 ἡμιδακτύλου: correxi ἀξώνια 9 τῶ πρὸς;
correxi γαληνων: correxi 9—10 ὃ διὰ: corr. Vi 11 ἀξωνιοις
ἐντεμονται 13 ἀξώνων 16 ἀξωνίου 18—19 εἴρηται. τῶν</note>

<pb n="202"/>


<pb n="204"/>
καταφέρεσθαι· πρὸς ὃ ἐὰν τὴν σπάρτον ἀνιῶμεν, κατασταθήσεται
καὶ ἡ ἀσπιδίσκη καθ᾿ ὃν ἂν βουλώμεθα
τοῦ κανόνος τόπον χαλωμένης<add cause="omitted"><gap reason="omitted"/></add>.</p><p>Διῃρήσθω δὲ καὶ ὁ κανὼν ἀπὸ τῆς κάτω κουρᾶς
ἀκριβῶς εἰς πήχεις καὶ παλαιστὰς καὶ δακτύλους, ὅσους <lb n="5"/>
<note type="marginal">fol. 64r</note> ἐὰν ἐπιδέχηται | τὸ μῆκος· καὶ κα<add cause="omitted">τὰ</add> τὰς διαιρέσεις
αἱ γραμμαὶ ἐγκεχαράχθωσαν <add cause="omitted">τῶν</add> τοῦ κανόνος μερῶν
<del>τῶν</del> ἐπὶ τὰ δεξιὰ τῆς ἀσπιδίσκης· ἕξει δὲ καὶ ἡ
ἀσπιδίσκη ἐκ τῶν ὄπισθεν μερῶν γνωμόνιον ἀπὸ τῆς
εἰρημένης ἐν αὐτῇ διαμέτρου παραπῖπτον παρὰ τὰς <lb n="10"/>
εἰρημένας ἐν τῷ πλαγίῳ μέρει τοῦ κανόνος γραμμάς.
<note type="marginal">p. 190</note> Οἱ δὲ κανόνες ὀρθοὶ σταθήσονται ἐπὶ τοῦ ἐδάφους
ἀκριβῶς οὕτως· ἐκ πλαγίων τῶν κανόνων, ὅπου οὔκ
εἰσιν αἱ τῶν μερῶν γραμμαὶ, τύλος ἐμπήγνυται μῆκος
ἔχων ὡς δακτύλους τρεῖς, οὗ παρὰ τὴν κουρὰν τρῆμα <lb n="15"/>
γίνεται ἀπὸ τῶν ἄνω μερῶν εἰς τὸ κάτω, δυνάμενον
σπάρτον δέξασθαι βάρος ἔχουσαν κρεμάμενον. ὡς δὲ τὸ
κάτω μέρος <del>σ</del>τύλος ἐγκείμενος γίνεται τοσοῦτος, ὅσον
καὶ τὸ εἰρημένον τρύπημα ἀφέστηκεν ἀπὸ τοῦ εἰρημένου
κανόνος. ἐν δὲ τῇ <del>εἰρημένῃ</del> κουρᾷ τῇ κάτω τοῦ <lb n="20"/>
τύλου μέση καὶ ὀρθὴ γραμμὴ γίνεται, ᾗ ἐφαρμόσασα
ἡ εἰρημένη σπάρτος τὸν κανόνα ὀρθὸν καταστήσει.</p><p>Τῆς οὖν κατασκευῆς πάσης εἰρημένης νῦν καὶ τὴν
χρῆσιν ἐκθησόμεθα, ὡς δυνατὸν ἔσται.</p></div></div></body></text></TEI>