<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0559.tlg007.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="30"><p>λ. Τριγώνου δοθεισῶν τῶν πλευρῶν εὑρεῖν τὸ
ἐμβαδόν. δυνατὸν μὲν οὖν ἐστὶν ἀγαγόντα μίαν κάθετον
καὶ πορισάμενον αὐτῆς τὸ μέγεθος εὑρεῖν τοῦ
τριγώνου τὸ ἐμβαδόν· δέον δὲ ἔστω χωρὶς τῆς καθέτου
τὸ ἐμβαδὸν πορίσασθαι. ἔστω τὸ δοθὲν τρίγωνον τὸ <lb n="20"/>
ΑΒΓ, καὶ ἔστω ἑκάστη τῶν πλευρῶν δοθεῖσα· εὑρεῖν
τὸ ἐμβαδόν. ἐγγεγράφθω δὲ εἰς τὸ τρίγωνον κύκλος
ὁ ∠ΕΖ, οὗ κέντρον ἔστω τὸ Η· καὶ ἐπεζεύχθωσαν αἱ
ΗΑ, ΗΒ, ΗΓ. Η∠, ΗΕ ΗΖ. τὸ μὲν ἄρα ὑπὸ ΒΓ,
ΗΕ διπλάσιόν ἐστι τοῦ ΒΗΓ τριγώνου, τὸ δὲ ὑπὸ <lb n="25"/>
ΑΒ, Η∠ τοῦ ΑΗΒ, τὸ δὲ ὑπὸ ΑΓ, ΗΖ τοῦ ΑΓΗ.
τὸ οὖν ὑπὸ τῆς περιμέτρου τοῦ ΑΒΓ τριγώνου καὶ
<note type="footnote">3 η καὶ Β (sic) η καὶ η Β (sic) 8 ὄντος: f. δοθέντος</note>
<note type="footnote">13 τῶν ϛ 14 supplevi 16 cf. Heronis Rationes dimetiendi I
cap. 8 p. 20 18 αὐτῆς: σ ex ν fec. m. 1 19 δεδόσθω δὲ: correxi</note>

<pb n="282"/>
τῆς ΗΕ, τουτέστι τῆς ἐκ τοῦ κέντρου τοῦ ∠ΖΕ
<note type="marginal">p. 288</note> κύκλου, διπλάσιόν ἐστι τοῦ ΑΒΓ τριγώνου. ἐκβεβλήσθω
ἡ ΓΒ, καὶ τῇ Α∠ ἴση κείσθω ἡ ΒΘ· ἡ ἄρα
ΘΓ ἡμίσειʼ ἐστὶ τῆς περιμέτρου· τὸ ἄρα ὑπὸ ΘΓ, ΕΗ,
ἴσον ἐστὶ τῷ τοῦ ΑΒΓ τριγώνου ἐμβαδῷ· ἀλλὰ τὸ <lb n="5"/>
ὑπὸ ΘΓ, ΕΗ, πλευρά ἐστι τοῦ ἀπὸ ΘΓ ἐπὶ τὸ ἀπὸ
τοῦ ΕΗ· τοῦ ἄρα ἀπὸ ΘΓ ἐπὶ τὸ ἀπὸ ΕΗ ἡ πλευρὰ
ἔσται τὸ τοῦ τριγώνου ἐμβαδόν. ἤχθω τῇ ΗΓ πρὸς
ὀρθὰς ἡ ΗΛ, τῇ δὲ ΒΓ ἡ ΒΛ· καὶ ἐπεξεύχθω ἡ ΓΛ.
ἐπεὶ οὖν ὀρθή ἐστιν ἑκατέρα τῶν ὑπὸ ΓΗΛ, <add cause="omitted">ΓΒΛ, <lb n="10"/>
<note type="marginal">fol. 76r</note> γωνιῶν</add>, ἐν κύκλῳ | ἄρα ἐστὶ τὰ Γ, Η, Β, Λ· αἱ
ἄρα ὑπὸ ΓΗ, ΓΛ, δυσὶν ὀρθαῖς ἴσαι· <add cause="omitted">καί</add> διὰ τὸ
δίχα τέμνεσθαι τὰς πρὸς τῷ Η γωνίας, ταῖς ΑΗ, ΒΗ,
ΓΗ, ἴση ἄρα ἐστὶν ἡ ὑπὸ ΑΗ∠ τῇ ὑπὸ ΓΛΒ. ὅμοιον
ἄρα τὸ ΑΗ∠ τῷ ΓΒΛ τριγώνῳ· ὡς ἄρα ἡ ΓΒ πρὸς <lb n="15"/>
ΒΛ, ἡ Α∠ πρὸς ∠Η, τουτέστιν ἡ ΘΒ πρὸς ΗΕ·
καὶ ἐναλλάξ, ὡς ἡ ΓΒ πρὸς ΒΘ, ἡ ΒΛ πρὸς ΗΕ,
τουτέστιν ἡ ΒΚ πρὸς ΚΕ· καὶ συνθέντι, ὡς ἡ ΓΘ
πρὸς ΘΒ, οὕτως ἡ ΒΕ πρὸς ΕΚ. ὥστε καὶ ὡς τὸ
ἀπὸ ΓΘ πρὸς τὸ ὑπὸ ΓΘ, <add cause="omitted">Θ</add>Β, οὕτως τὸ ὑπὸ ΒΕ, <lb n="20"/>
<add cause="omitted">Ε</add>Γ, πρὸς τὸ ὑπὸ ΓΕ, <add cause="omitted">Ε</add>Κ, τουτέστι πρὸς τὸ ἀπὸ
ΗΕ· ὥστε τὸ ἀπὸ ΓΘ ἐπὶ τὸ ἀπὸ ΕΗ, οὗ πλευρὰ
ἦν τὸ τρίγωνον, ἴσον ἔσται τῷ ὑπὸ ΓΘ, <add cause="omitted">Θ</add>Β, ἐπὶ
τὸ ὑπὸ ΓΕ, <add cause="omitted">Ε</add>Β. καὶ ἔσται δοθεῖσα ἑκάστη τῶν
ΓΘ, ΘΒ, ΒΕ, ΕΓ· ἡ μὲν γὰρ ΓΘ ἡμίσειά ἐστι τῆς <lb n="25"/>
περιμέτρου· ἡ δὲ ΘΒ ὑπεροχή, ᾗ ὑπερέχει ἡ ἡμίσεια
<note type="footnote">5 εμβαδον 8 εσται τω τῆ ΝΓ 9 ἡ Γ∠ 12 ὑπὸ:
ὑ evanuit 13 πρὸς τὸ 15—16 πρὸς ΑΒΛ sed Α del. m. 1</note>
<note type="footnote">17 πρὸς ΝΕ 19 πρὸς ΗΚ ὡστε 20 πρὸς τὸ ὑπὸ ΓΘΒ</note>
<note type="footnote">20—21 τὸ ὑπὸ ΒΕΓ 21 τῶ ὑπὸ ΓΕΚ πρὸς τῶ 23 τὸ
ὑπὸ ΓΘΒ ἐπεὶ 26 ὑπεροχὴν ὑπερέχει</note>

<pb n="284"/>
τῆς περιμέτρου τῆς ΒΓ· <add cause="omitted">ἡ δὲ ΒΕ, ᾗ ὑπερέχει ἡ
ἡμίσεια τῆς περιμέτρου τῆς ΑΓ</add>, ἡ δὲ ΓΕ, ᾗ ὑπερέχει
ἡ ἡμίσεια τῆς περιμέτρου τῆς ΑΒ· δοθὲν ἄρα καὶ τὸ
ἐμβαδὸν <add cause="omitted">τοῦ</add> τριγώνου. συντεθήσεται δὴ οὕτως· ἔστω
ἡ μὲν ΑΒ μοιρῶν ιγ, ἡ δὲ ΒΓ μοιρῶν ιδ, ἡ δὲ ΓΑ <lb n="5"/>
μοιρῶν ιε. σύνθες τὰς τρεῖς, γίνονται μβ· τούτων τὸ
ἥμισυ κα. ἄφελε τὰ ιγ, λοιπὸν η· καὶ τὰ ιδ, λοιπὸν
ζ· καὶ τὰ ιε, λοιπὸν ϛ. τὰ κα, η, ζ, ϛ <add cause="omitted">πολλαπλασιασθέντα</add>
<note type="marginal">p. 290</note> διʼ ἀλλήλων γίνονται ζνϛ· τούτων ἡ πλευρὰ
ἔσται πδ. τὸ ἐμβαδὸν τοῦ τριγώνου πδ.</p><lb n="10"/></div><div type="textpart" subtype="chapter" n="31"><note type="marginal">p. 294</note><p>λα. Πηγῆς ὑπαρχούσης ἐπισκέψασθαι τὴν ἀπόρρυσιν
αὐτῆς, τουτέστι τὴν ἀνάβλυσιν, ὅση ἐστίν. εἰδέναι
μέντοι χρὴ ὅτι οὐκ ἀεὶ ἡ ἀνάβλυσις ἡ αὐτὴ διαμένει.
ὄμβρων. μὲν γὰρ ὄντων ἐπιτείνεται διὰ τὸ ἐπὶ τῶν
ὁρῶν τὸ ὕδωρ πλεονάζον βιαιότερον ἐκθλίβεσθαι, <lb n="15"/>
αὐχμῶν δὲ ὄντων ἀπολήγει ἡ ῥύσις διὰ τὸ μὴ ἐπιφέρεσθαι
πλέον ὕδωρ. αἱ μέντοι γενναῖαι πηγαὶ οὐ
παρὰ πολὺ τὴν ἀνάβλυσιν ἴσχουσιν. δεῖ οὖν περιλαβόντα
τὸ πᾶν τῆς πηγῆς ὕδωρ, ὥστε μηδαμόθεν ἀπορρεῖν,
σωλῆνα τετράγωνον μολιβοῦν ποιῆσαι, στοχασάμενον <lb n="20"/>
μενον μᾶλλον μείζονα πολλῷ τῆς ἀποθύσεως· εἶτα διʼ
ἑνὸς τόπου ἐναρμόσαι αὐτὸν ὥστε διʼ αὐτοῦ τὸ ἐν τῇ
πηγῇ ὕδωρ ἀπορρεῖν. δεῖ δὲ αὐτὸν κεῖσθαι εἰς τὸν
ταπεινότερον τῆς πηγῆς τόπον, ὥστε ἔχειν αὐτὴν ἀπόρρυσιν·
τὸν δὲ ταπεινότερον ἐπιγνωσόμεθα τῆς πηγῆς <lb n="25"/>
<note type="footnote">6 συνθέντας τὰς: correxi 9 ΖΗϛ 10 Η ∠ το 14—15
ἐπιτίθεται διατίθεται δια τὸ επὶ τῶν ὡρῶν: correri coll. Anonymo
Byz. p. 390, 1 Vi 15 πλεονάζειν βιαιότερον ἐκθλιβόμενον
correxi coll. anonymo Byz. p. 390, 2 Vinc. Similes corruptelae
apud Philonem. Mech. Synt. I. V p. 80, 14 a C. Graux et apud
Dionysium de imitatione p. 20, 21 ab H. Usenero sublatae sunt</note>
<note type="footnote">17 γένναι αἱ 20 μολιβον 24 αὐτὸν: correxi</note>

<pb n="286"/>
τόπον διὰ τῆς διόπτρας. ἀπολήψεται οὖν τὸ ἀπορέον
διὰ τοῦ σωλῆνος ὕδωρ ἐν τῷ περιστομίῳ τοῦ
σωλῆνος· οἷον ἀπολαμβάνει<del>ν</del> δακτύλους β· ἐχέτω δὲ
καὶ τὸ πλάτος τοῦ περιστομίου τοῦ σωλῆνος δακτύλους
ϛ· ἑξάκις δύο γίνονται ιβ· <add cause="omitted">ἀποφανούμεθα δὴ τὴν <lb n="5"/>
ἀνάβλυσιν τῆς πηγῆς δακτύλων ιβ</add>. εἰδέναι δὲ χρὴ
<note type="marginal">fol. 76v</note> ὅτι οὐκ ἔστιν αὔ|ταρκες πρὸς τὸ ἐπιγνῶναι, πόσον
χορηγεῖ ὕδωρ ἡ πηγή, <del>ἢ</del> τὸ εὑρεῖν τὸν ὄγκον τοῦ
ῥεύματος, ὃν λέγομεν εἶναι δακτύλων ιβ, ἀλλὰ καὶ τὸ
<note type="marginal">p. 296</note> τάχος αὐτοῦ· ταχυτέρας μὲν γὰρ οὔσης τῆς ῥύσεως <lb n="10"/>
πλέον ἐπιχορηγεῖ τὸ ὕδωρ, βραδυτέρας δὲ μεῖον. διὸ
δεῖ ὑπὸ τὴν τῆς πηγῆς ῥύσιν ὀρύξαντα τάφρον τηρῆσαι
ἐξ ἡλιακοῦ ὡροσκοπίου, ἐν τινὶ ὥρᾳ πόσον ἀπορρεῖ
ὕδωρ ἐν τῇ τάφρῳ, καὶ οὕτως στοχάσασθαι τὸ ἐπιχορηγούμενον
ὕδωρ ἐν τῇ ἡμέρᾳ πόσον ἐστὶν, ὥστʼ οὐδὲ <lb n="15"/>
ἀναγκαῖόν ἐστι τὸν ὄγκον τῆς ῥύσεως τηρεῖν· διὰ γὰρ
τοῦ χρόνου δήλη ἐστὶν ἡ χορηγία. <del>ἀποφανούμεθα δὴ
τὴν ἀνάβλυσιν τῆς πηγῆς δακτύλων ιβ</del>.</p></div></div></body></text></TEI>