<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0559.tlg007.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="24"><p>κδ. Ἔστι δὲ καὶ ἄλλος τρόπος μετρήσεως. ἔστω
χωρίον, ὃ δεῖ μετρῆσαι, τὸ ὑπογεγραμμένον, ἐν ᾧ διὰ
τῆς διόπτρας διʼ ὅλου τοῦ μήκους διήχθω τις εὐθεῖα,
<note type="marginal">p. 266</note> κατὰ τὸ δυνατὸν μέση τοῦ χωρίου ὡς ἔγγιστα, ἡ ΑΒ.
ἐπὶ δὲ ταύτης εἰλήφθω συνεχῆ σημεῖα τὰ Γ, ∠, Ε, Ζ, <lb n="20"/>
Η, Θ· ἀπὸ δὲ τῶν ληφθέντων σημείων τῇ ΑΒ πρὸς
ὀρθὰς ἤχθωσαν διὰ τῆς διόπτρας αἱ ΓΚ, ΓΛ, ∠Μ,
∠Ν, ΕΞ, ΕΟ, ΖΠ, ΖΡ, ΗΣ, ΗΤ, ΘΥ, ΘΦ, ὥστε
<note type="footnote">1 το ωρειον: corr. Vi 6 γραμμὴ τῆ Γ∠ περιφερη, μετρησω-
μεν 7 ∠μ, sed ϛ in rasura m. 1 8 μ μ 9 fin. μ μ μ μΖ
ωστε 11 μετρήσωμεν 12 μ μ ∠ τρίγωνον τὸ Γ μ μ μ
τραπέζιον 14 Γ μ μ ∠ γραμμῆς 22 ∠Μ ∠Η: corr. Vi</note>
<note type="footnote">23 ΖΠ ΗΡ ΗΣ</note>

<pb n="266"/>
πάλιν τὰς μεταξὺ γραμμὰς σύνεγγυς εὐθείας εἶναι.
πάλιν οὖν διῄρηται τὸ χωρίον εἰς τρίγωνα τὰ ΑΓΚ,
ΑΓΛ, ΒΘΦ, ΒΘΥ, καὶ τὰ λοιπὰ τραπέζια. δυνατὸν
οὖν διά τε τῶν εἰρημένων τριγώνων καὶ διὰ <del>τε</del> τῶν
τραπεζίων τὸ χωρίον μετρηθῆναι. ἐὰν δὲ πάλιν <lb n="5"/>
ἐμπέσῃ τις μεταξὺ περιφερὴς γραμμή, διελοῦμεν τὸ
πρὸς αὐτῇ τραπέζιον ὡσαύτως τῷ ἐπάνω, καὶ οὕτως
μετρήσομεν. αὕτη δʼ ἡ μέτρησις εὔχρηστός ἐστιν, ὅταν
δέῃ καὶ διελεῖν τὸ χωρίον εἰς τὰ δοθέντα μέρη. δέον
γὰρ ἔστω διελεῖν αὐτὸ εἰς ἴσα μέρη ἑπτὰ διὰ παραλλήλων <lb n="10"/>
εὐθειῶν. ἐμέτρησα οὖν τὸ χωρίον, καὶ ἔλαβον
τοῦ γενομένου τὸ ἕβδομον μέρος, ὥστε ἑκάστῳ μέρει
τοσοῦτον ἀπονέμειν· ἐμέτρησα οὖν τὸ ΚΑΛ χωρίον,
καὶ εἰ μὲν ἴσον ἐστὶν τῷ ἑβδόμῳ μέρει, ἔχομεν τὸ
ΚΑΛ χωρίον· εἰ δὲ μὴ, προστίθημι τῷ τοῦ ΚΑΛ <lb n="15"/>
<note type="footnote">4 διά τε τῶν τραπεζίων: correxi 6 περιφερὶς 7 ὡσαυτὸς
8 μετρησωμεν 13 f. ἀπονέμειν 〈δεῖ〉 15 προστίθημι τὸ τοῦ</note>

<pb n="268"/>
τὸ τοῦ ΚΛΜΝ ἐμβαδόν· καὶ εἰ μὲν ἴσον εὑρεθείη
τῷ <add cause="omitted">ἑβδόμῳ</add> μέρει, ἔσται ἡ ΜΝ ἀφορίζουσα τὸ ἓν
τῶν μερῶν. εἰ δὲ μεῖον εὑρεθείη, δεήσει πάλιν προσθεῖναι
καὶ τὸ τοῦ ΜΝΞΟ ἐμβαδόν, ἄχρις ἂν ἴσον
γένηται τῷ ἑβδόμῳ μέρει ἢ ὑπερβάλῃ. ὑπερβεβληκέτω <lb n="5"/>
οὖν προστεθέντος τοῦ ΕΟΠΡ. δεήσει ἄρα ἀπὸ τοῦ
ΞΟΠΡ ἀφελεῖν χωρίον ἴσον τῷ ὑπερβάλλοντι, οἷον
<note type="marginal">fol. 74r</note> τὸ ΠΡΧΨ |. ὥστε δεήσει ἐπίστασθαι, ἀπὸ τοῦ δοθέντος
τραπεζίου ὡς δεῖ ἀφελεῖν τραπέζιον ἴσον τῷ δοθέντι·
τοῦτο δὲ ἑξῆς δείξομεν. οὐκοῦν ἔσται τὸ ΧΑΨ χωρίον <lb n="10"/>
ἓν τῶν μερῶν. πάλιν οὖν τῷ ΠΧΨΡ προσέθηκα τὸ
ΠΡΣΤ· καὶ εἰ μὲν ἴσον εἴη αὐτὸ τὸ ἐμβαδὸν <add cause="omitted">τῷ
<note type="marginal">p. 268</note> ἑβδόμῳ</add> μέρει, ἔσται ἡ ΣΤ ἀφορίζουσα τὸ δεύτερον
μέρος· εἰ δὲ ὑπερβάλοι, πάλιν δεήσει ἀφελεῖν τὸ ὑπερβάλλον
ἀπὸ τοῦ ΠΡΣΤ τραπεζίου. καὶ οὕτως νοείσθω <lb n="15"/>
ἐπὶ τῶν λοιπῶν μερῶν.</p></div><div type="textpart" subtype="chapter" n="25"><p>κε. Ὅρων χωρίου ἀφανῶν γενομένων, καταλειπομένων
δὲ δύο ἢ τριῶν καὶ τοῦ μιμήματος ὑπάρχοντος,
πορίσασθαι τοὺς λοιποὺς ὅρους. τοῦ δὲ καθολικωτέρου
ἕνεκα σκολιωτέραν μέτρησιν καὶ μίμημα ἐκθησόμεθα. <lb n="20"/>
ἔστω τὸ δοθὲν χωρίον, τουτέστιν τὸ μίμημα, τὸ
ΑΒΓ∠ΕΖΗΘ, περιεχόμενον ὑπὸ τῶν σύνεγγυς εὐθειῶν
τῶν ΑΒ, ΒΓ, Γ∠, ∠Ε, ΕΖ, ΖΗ, ΗΘ, ΘΑ. καὶ
ἤχθω τῇ ΒΓ πρὸς ὀρθὰς ἡ ΒΚ, καὶ ἐπʼ αὐτὴν <add cause="omitted">κάθετος
ἡ ΚΑ· τῇ δὲ ΑΘ πρὸς ὀρθὰς ἡ ΘΛ, καὶ ἐπʼ <lb n="25"/>
αὐτὴν</add> κάθετος ἡ Η∠· τῇ δὲ ΗΖ πρὸς ὀρθὰς ἡ ΖΜ,
καὶ ἐπʼ αὐτὴν κάθετος ἡ ΜΕ· πάλιν δὲ τῇ ΒΓ πρὸς
ὀρθὰς ἡ ΓΝ, καὶ ἐπʼ αὐτὴν κάθετος ἡ ∠Ν. δυνατὸν
<note type="footnote">2 suppl. Vi 4 f. ΜΝΟΞ 11 τὸ ΠΨΡ προσεθηκα τω
12—13 ἐμβαδὸν μέρος: corr. Vi f. αὐτοῦ 14 ὑπερβαλλη:</note>

<pb n="270"/>
ἄρα ἐστὶ τὰ ΑΒΚ, ΗΘΛ, ΕΖΜ, Γ∠Ν τρίγωνα
μετρῆσαι, τὰ δὲ καταλειπόμενα παραλληλόγραμμα τεμόντα
μετρῆσαι, ἐκβάλλοντα τὰς πρὸς ὀρθὰς εὐθείας,
ὥστ᾿ εἶναι παραλληλόγραμμα τὰ ΒΞ, ΝΕ, ΗΜ, ΘΡ,
<note type="marginal">p. 270</note> ΞΠ. δεδόσθω οὖν τὸ μίμημα, οἷον εἴρηται, ἐκ τριγώνων <lb n="5"/>
καὶ παραλληλογράμμων <add cause="omitted"><gap reason="omitted"/></add> περιεχόμενον· μόνοι
δὲ φαινέσθωσαν οἱ Θ, Β, Γ ὅροι. καὶ ἐκβεβλήσθω ἡ
ΒΚ ἐπὶ τὸ Γ· καὶ εἰλήφθω ἡ διὰ τῶν Β, Θ σημείων
εὐθεῖα διὰ τῆς διόπτρας τῇ θέσει καὶ τῷ μεγέθει·
καὶ ἀπειλήφθω αὐτῆς δοθὲν <add cause="omitted">μέρος</add> ἡ ΒΤ, ἐπὶ δὲ <lb n="10"/>
τὴν ΒΓ κάθετος <add cause="omitted">ἤχθω ἡ ΘΣ, καὶ</add> ἡ ΤΥ. ἔσται ἄρα
καὶ ἡ ΤΥ τὸ αὐτὸ μέρος τῆς ΘΣ, ὃ μέρος ἐστὶν ἡ
ΒΥ τῆς ΒΣ, <add cause="omitted">καὶ ἡ ΒΤ τῆς ΒΘ</add>. ἔχομεν δὲ ἑκατέραν
τῶν ΒΣ, ΣΘ, ἐκ τοῦ μιμήματος· ὥστε ἕξομεν
καὶ ἑκατέραν τῶν ΒΥ, ΥΤ. λαβόντες οὖν σχοινίον <lb n="15"/>
<note type="footnote">2—3 τεμόντα μετρῆσαι: πέντε ὄντα μετρησόμεθα Vi 4—5
ΝΕ ΠΜ ΘΡ ΞΝ: corr. Vi 6 f. 〈συγκείμενον καὶ ὑπὸ γραμμῶν
σύνεγγυς εὐθειῶν〉 R. Schoene 7 οἱ ΘΒΓ ὅροι: [Γ] Vi</note>
<note type="footnote">7—8 ἡ ΘΚ ἐπὶ τὸ Σ 10 δοθὲν vix sanum 11 τὴν ΒΕ</note>
<note type="footnote">14 τῶ ΒΣ ΣΘ</note>

<pb n="272"/>
μὴ ἐκτείνεσθαι δυνάμενον, ἴσον τῇ ΒΥΤ, τὸ ΦΨ,
ἐπʼ αὐτοῦ μέρος ἀποληψόμεθα τὴν ΦΧ <add cause="omitted">ἴσον τῇ ΒΥ,
τὸ αὐτὸ μέρος τῆς ΒΣ</add> ὃ μέρος ἐστὶν <add cause="omitted">ἡ ΤΥ τῆς ΘΣ</add>
καὶ ἡ ΒΤ τῆς ΒΘ. τὰ δὲ πέρατα τοῦ σχοινίου τὰ
Φ, Ψ θήσομεν πρὸς τὴν ΒΤ ὥστε τὸ μὲν Φ πρὸς τῷ <lb n="5"/>
Β εἶναι, τὸ δὲ Ψ πρὸς τῷ Τ· καὶ λαβόμενοι τὸ Χ
σημεῖον ἐκτενοῦμεν τὸ σχοινίον, καὶ πάντως τὸ Χ τὴν
<note type="marginal">fol. 74v</note> αὐτὴν θέσιν ἕξει τῷ Υ |. ἐπιζεύξαντες οὖν τὴν ΒΥ
ἤτοι σπάρτῳ ἢ διόπτρᾳ ἐπʼ αὐτῆς θήσομεν τὸ μέτρον
τῆς ΒΚ, ὃ ὑπάρχει ἐκ τοῦ μιμήματος, καὶ ἕξομεν τὸ <lb n="10"/>
Κ σημεῖον. εἶτα τῇ ΒΚ πρὸς ὀρθὰς ἀγαγόντες τὴν
ΚΑ καὶ θέντες ἐπʼ αὐτῆς τὸ μέτρον τῆς ΚΑ ἕξομεν
πεπορισμένον τὸ Α σημεῖον. καὶ τὰ λοιπὰ δὲ ποριούμεθα
ἀκολουθοῦντες ταῖς ἐν τῷ μιμήματι πρὸς ὀρθὰς
εὐθείαις, καὶ τοῖς ἐπʼ αὐταῖς μέτροις.</p><lb n="15"/></div></div></body></text></TEI>