<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0559.tlg007.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="21"><note type="marginal">fol. 72r p. 254</note><p>κα. | Διὰ διόπτρας ἀπολαβεῖν ἀπὸ ἡμῶν διάστημα
ἐπὶ τῆς δοθείσης εὐθείας, ἴσον τῷ δοθέντι διαστήματι.
ἔστω ἡ δοθεῖσα εὐθεῖα ἐφʼ ἧς δεῖ ἀπολαβεῖν <add cause="omitted">ἡ ΑΒ·
τὸ δὲ δοθὲν διάστημα ὃ δεῖ ἀπολαβεῖν</add> ἔστω τὸ ΑΒ· <lb n="15"/>
ἀφʼ οὗ δὲ δεῖ σημείου ἀπολαβεῖν, ἔστω τοῦ Α. ἐλθὼν
ἐπί τινος ἀκλινοῦς ἐπιπέδου τόπου οἷον τοῦ Γ∠, τίθημι
τὴν διόπτραν τὴν ΕΖ· καὶ ταύτης ἔμπροσθεν κανόνα
ὀρθὸν, μήκους ὡς πηχῶν ι, τὸν ΗΘ, ἀπέχοντα ἀπὸ τῆς
διόπτρας, τουτέστιν ἀπὸ τοῦ Ε σημείου, ὃ βούλομαι <lb n="20"/>
διάστημα, ἔστω δὴ πηχῶν γ. ἀπέλαβον οὖν ἀπὸ τοῦ
Ε ἐν ἐπιπέδῳ εὐθεῖαν τὴν Ε∠ πηχῶν ὅσων ἐὰν
βούλωμαι, ἔστω δὴ πηχῶν φ, καὶ καταλείψας σημεῖον
πρὸς τῷ ∠, ἐγκλίνω τὸν ἐν τῇ διόπτρᾳ κανόνα, ἄχρις
ἂν φανῇ διʼ αὐτοῦ τὸ ∠ σημεῖον. καὶ μένοντος αὐτοῦ <lb n="25"/>
<note type="marginal">fol. 72v</note> ἀκινήτου, ἀντιπεριστὰς ἔλαβον | διʼ αὐτοῦ σημεῖον ἐπὶ
τοῦ ΗΘ κανόνος τὸ Μ, καὶ ἐπέγραψα πηχῶν φ. εἶτα
πάλιν ἀπολαβὼν ἑτέρους πήχεις ὅσους ἂν βούλωμαι
ἐπὶ τῆς Ε∠, οἷον εἰ τύχοι πήχεις ῡ ἐπὶ τῆς ΕΝ, καὶ
<note type="footnote">2 τρίγωνον ἐν τῶ ΦΨΡ 3 τῆ δὲ ΦΨ τὴν ϛΧ 4 ἡ
ΡΒ τὸ Β 6 τοῦ Β 10 γονιῶν 14 supplevi 23 κατα-</note>

<pb n="258"/>
καταλείψας πρὸς τῷ Ν σημεῖον, ὡσαύτως ἔλαβον ἀντιπεριστὰς
ἐπὶ τοῦ ΗΘ κανόνος ἕτερον σημεῖον τὸ Ε,
<note type="marginal">p. 256</note> πρὸς ὃ ἐπέγραψα πήχεις υ. καὶ οὕτως λαμβάνων ἃ
βούλομαι μέτρα ἕξω ἐν τῷ ΗΘ κανόνι τὰς ἐπιγραφάς.
στήσας οὖν καὶ τὴν διόπτραν ἐπὶ τοῦ Α καὶ ἀποστήσας <lb n="5"/>
τὸν τὰς ἐπιγραφὰς ἔχοντα κανόνα ἀπὸ τοῦ Α πήχεις
γ, ὅσους καὶ ὅτε τὰς ἐπιγραφὰς λαμβάνων ἀπέστησα,
ἐνέκλινα τὸν ἐπὶ τῇ διόπτρᾳ κανόνα, ἄχρις ἂν δι᾿
αὐτοῦ φανῇ ἡ ἐπιγραφὴ τοῦ μέλλοντος ἀπολαμβάνεσθαι
μέτρου· εἶτα ἀντιπεριστὰς ἔλαβον ἐπὶ τῆς ΑΒ <lb n="10"/>
εὐθείας διὰ τοῦ κανόνος σημεῖον τὸ Β· καὶ ἔσται
ἀπειλημμένον τὸ ΑΒ διάστημα τοῦ δοθέντος τόπου.
ἔστω οὖν διόπτρα μὲν ἡ ΑΟ, ὁ δὲ ἐν αὐτῇ κανών,
διʼ οὗ διοπτεύομεν, ὁ ΠΡ, ὁ δὲ τὰς ἐπιγραφὰς ἔχων
κανὼν ὁ ΣΤ.</p><lb n="15"/></div><pb n="260"/><div type="textpart" subtype="chapter" n="22"><note type="marginal">p. 258</note><p>κβ. Διὰ διόπτρας ἀπολαβεῖν διάστημα, ἀπὸ ἑτέρου
δοθέντος σημείου ἐπί τινος εὐθείας παραλλήλου τῇ
δοθείσῃ ἴσον τῷ δοθέντι διαστήματι, μὴ προσελθόντα
τῷ σημείῳ μηδʼ ἔχοντα τὴν εἰρημένην εὐθεῖαν, ἐφʼ
ἧς δεῖ ἀπολαβεῖν. ἔστω δοθὲν σημεῖον τὸ Α· καὶ <lb n="5"/>
κείσθω πρὸς τῷ Β ἡ διόπτρα· καὶ εὑρήσθω ἡ ΑΒ
εὐθεῖα ἡλίκη ἐστὶν, ὡς ἐμάθομεν· καὶ ἀπειλήφθω αὐτῆς
ἡ ΒΓ, μέρος ὃ βουλόμεθα. ἡ δὲ Γ∠ ἤχθω παράλληλος
βουλόμεθα εὐθείᾳ, μέρος οὖσα τοῦ δοθέντος
διαστήματος, ὃ μέρος ἐστὶν καὶ ἡ ΒΓ τῆς ΒΑ. καὶ <lb n="10"/>
διὰ τῆς διόπτρας ἡ Β∠ εὐθεῖα προεκβεβλήσθω, καὶ
ἀπʼ αὐτῆς ἀπειλήφθω ἡ ΒΕ, τοσαυταπλασία οὖσα
τῆς Β∠, ὁσαπλασία καὶ ἡ ΑΒ τῆς ΒΓ. ἔσται οὖν
ἡ ΑΕ τοῦ τε δοθέντος μέτρου καὶ παράλληλος τῇ
∠Γ· τοῦτο γὰρ φανερόν ἐστι διὰ τὸ εἶναι ὡς τὴν ΑΒ <lb n="15"/>
πρὸς τὴν ΓΒ, τήν τε ΕΒ πρὸς ∠Β καὶ τὴν ΑΕ
πρὸς Γ∠.</p></div><div type="textpart" subtype="chapter" n="23"><note type="marginal">p. 260</note><p>κγ. Τὸ δοθὲν χωρίον μετρῆσαι διὰ διόπτρας.
ἔστω τὸ δοθὲν χωρίον περιεχόμενον ὑπὸ γραμμῆς
ἀτάκτου τῆς ΑΒΓ∠ΕΖΗΘ. ἐπεὶ οὖν ἐμάθομεν <lb n="20"/>
διὰ τῆς κατασκευασθείσης διόπτρας διάγειν πάσῃ τῇ
δοθείσῃ εὐθείᾳ <add cause="omitted">ἑτέραν</add> πρὸς ὀρθάς, ἔλαβόν τι
σημεῖον ἐπὶ τῆς περιεχούσης τὸ χωρίον γραμμῆς τὸ
Β, καὶ ἤγαγον εὐθεῖαν τυχοῦσαν διὰ τῆς διόπτρας
τὴν ΒΗ, καὶ ταύτῃ πρὸς ὀρθὰς τὴν ΒΓ, <add cause="omitted">καὶ ταύτῃ</add> <lb n="25"/>
ἑτέραν πρὸς ὀρθὰς τὴν ΓΖ, καὶ ὁμοίως τῇ ΓΖ πρὸς
ὀρθὰς τὴν ΖΘ. καὶ ἔλαβον ἐπὶ τῶν ἀχθεισῶν εὐθειῶν
συνεχῆ σημεῖα, ἐπὶ μὲν τῆς ΒΗ τὰ Κ, Λ,
<note type="footnote">11 διὰ τῆς Β∠ εὐθείας τῆ διόπτρα: corr. Vi προσεκ-
βεβλήσθω: corr. Vi 13 ἔστω: corr. Vi 16 τὴν Γ∠: corr. Vi</note>
<note type="footnote">23 et 26 supplevi</note>

<pb n="262"/>
Μ, Ν, Ξ, Ο· ἐπὶ δὲ τῆς ΒΓ τὰ Π, Ρ· ἐπὶ δὲ τῆς
ΓΖ τὰ Σ, Τ, Υ, Φ, Χ, Ψ, Ω· ἐπὶ δὲ τῆς ΖΘ τὰ
ϛ, 𝔮. καὶ ἀπὸ τῶν ληφθέντων σημείων ταῖς εὐθείαις,
ἐφʼ ὧν ἐστὶ τὰ σημεῖα, πρὸς ὀρθὰς ἤγαγον
τὰς ΚϠ, ΛΑ, ΜΑ, ΝΒ, ΕΓ, Ο∠ ΠΕ, Ρϛ <lb n="5"/>
<add cause="omitted">ΣΖ</add>, ΤΗ, ΥΘ, Φ∠, ΧΜ, ΨΜ, ΩΕ, ϛΜ,
<note type="marginal">p. 262</note> 𝔮??Μ οὕτως ὥστε <del>τὰς ἐπὶ</del> τὰ πέρατα τῶν ἀχθεισῶν
πρὸς ὀρθὰς <del>ἐπιζευγνυμένας</del> ἀπολαμβάνειν γραμμὰς
ἀπὸ τῆς περιεχούσης τὸ χωρίον γραμμῆς σύνεγγυς
εὐθείας· καὶ τούτων γενηθέντων ἔσται δυνατὸν τὸ <lb n="10"/>
χωρίον μετρεῖν. τὸ μὲν γὰρ ΒΓΖΜ παραλληλόγραμμον
ὀρθογώνιόν ἐστιν· ἔπειτα τὰς πλευρὰς ἁλύσει ἢ
σχοινίῳ βεβασανισμένῳ, τουτέστιν μήτʼ ἐκτείνεσθαι
μήτε συστέλλεσθαι δυναμένῳ, μετρήσαντες ἕξομεν τὸ
ἐμβαδὸν τοῦ παραλληλογράμμου. τὰ δʼ ἐκτὸς τούτου <lb n="15"/>
τρίγωνα ὀρθογώνια καὶ τραπέζια ὁμοίως μετρήσομεν,
ἔχοντες τὰς πλευρὰς αὐτῶν· ἔσται γὰρ τρίγωνα μὲν
ὀρθογώνια τὰ ΒΚϠ, ΒΠΕ, ΓΡϛ, ΓΣΖ, ΖΩΕ,
ΖϛΜ, ΘΗΜ· τὰ δὲ λοιπὰ τραπέζια ὀρθογώνια. τὰ
μὲν οὖν τρίγωνα μετρεῖται τῶν περὶ τὴν ὀρθὴν γωνίαν <lb n="20"/>
πολλαπλασιαζομένων ἐπʼ ἄλληλα· καὶ τοῦ γενομένου
τὸ ἥμισυ. τὰ δὲ τραπέζια· συναμφοτέρων τῶν παραλλήλων
τὸ ἥμισυ ἐπὶ τὴν ἐπʼ αὐτὰς κάθετον οὖσαν,
οἷον τῶν ΚϠ, ΑΛ τὸ ἥμισυ ἐπὶ τὴν ΚΛ· καὶ τῶν
λοιπῶν δὲ ὁμοίως. ἔσται ἄρα μεμετρημένον ὅλον τὸ <lb n="25"/>
<note type="footnote">6 supplevit Vi Φ Φ∠ ΨΜ 7 et 8 corr. R. Schoene.</note>
<note type="footnote">18 τὸ ΒΚΤ: corr. Vi 18—19 Ζωε Ζϛμ ΘΗμ 23 ἐπʼ
αὐτῆς: correx 25 ἀναμεμετρημένον: corr. Vi</note>

<pb n="264"/>
χωρίον διά τε τοῦ μέσου παραλληλογράμμου καὶ τῶν
ἐκτὸς αὐτοῦ τριγώνων καὶ τραπεζίων. ἐὰν δὲ τύχῃ
ποτὲ μεταξὺ αὐτῶν τῶν ἀχθεισῶν πρὸς ὀρθὰς ταῖς
τοῦ παραλληλογράμμου πλευραῖς καμπύλη γραμμὴ μὴ
συνεγγίζουσα εὐθείᾳ (οἷον μεταξὺ τῶν ΞΓ, Ο∠ <lb n="5"/>
γραμμὴ ἡ Γ ∠), ἀλλὰ περιφερεῖ, μετρήσομεν οὕτως·
ἀγαγόντες <add cause="omitted">τῇ</add> Ο∠ πρὸς ὀρθὰς τὴν ∠Μ, καὶ ἐπʼ
<note type="marginal">fol. 73v</note> αὐτῆς λαβόντες σημεῖα συνεχῆ τὰ Μ, Μ, καὶ ἀ|π᾿
αὐτῶν πρὸς ὀρθὰς ἀγαγόντες τῇ Μ∠ τὰς ΜΜ, ΜΜ,
ὥστε τὰς μεταξὺ τῶν ἀχθεισῶν σύνεγγυς εὐθείας εἶναι, <lb n="10"/>
<note type="marginal">p. 264</note> πάλιν μετρήσομεν τό τε ΜΞΟ∠ παραλληλόγραμμον
καὶ τὸ ΜΜ ∠ τρίγωνον, καὶ τὸ ΓΜΜΜ τραπέζιον,
καὶ ἔτι τὸ ἕτερον τραπέζιον, καὶ ἕξομεν τὸ περιεχόμενον
χωρίον ὑπό τε τῆς ΓΜΜ ∠ γραμμῆς καὶ τῶν
ΓΞ <add cause="omitted">ΞΟ,</add> Ο ∠ εὐθειῶν μεμετρημένον.</p><lb n="15"/></div><div type="textpart" subtype="chapter" n="24"><p>κδ. Ἔστι δὲ καὶ ἄλλος τρόπος μετρήσεως. ἔστω
χωρίον, ὃ δεῖ μετρῆσαι, τὸ ὑπογεγραμμένον, ἐν ᾧ διὰ
τῆς διόπτρας διʼ ὅλου τοῦ μήκους διήχθω τις εὐθεῖα,
<note type="marginal">p. 266</note> κατὰ τὸ δυνατὸν μέση τοῦ χωρίου ὡς ἔγγιστα, ἡ ΑΒ.
ἐπὶ δὲ ταύτης εἰλήφθω συνεχῆ σημεῖα τὰ Γ, ∠, Ε, Ζ, <lb n="20"/>
Η, Θ· ἀπὸ δὲ τῶν ληφθέντων σημείων τῇ ΑΒ πρὸς
ὀρθὰς ἤχθωσαν διὰ τῆς διόπτρας αἱ ΓΚ, ΓΛ, ∠Μ,
∠Ν, ΕΞ, ΕΟ, ΖΠ, ΖΡ, ΗΣ, ΗΤ, ΘΥ, ΘΦ, ὥστε
<note type="footnote">1 το ωρειον: corr. Vi 6 γραμμὴ τῆ Γ∠ περιφερη, μετρησω-
μεν 7 ∠μ, sed ϛ in rasura m. 1 8 μ μ 9 fin. μ μ μ μΖ
ωστε 11 μετρήσωμεν 12 μ μ ∠ τρίγωνον τὸ Γ μ μ μ
τραπέζιον 14 Γ μ μ ∠ γραμμῆς 22 ∠Μ ∠Η: corr. Vi</note>
<note type="footnote">23 ΖΠ ΗΡ ΗΣ</note>

<pb n="266"/>
πάλιν τὰς μεταξὺ γραμμὰς σύνεγγυς εὐθείας εἶναι.
πάλιν οὖν διῄρηται τὸ χωρίον εἰς τρίγωνα τὰ ΑΓΚ,
ΑΓΛ, ΒΘΦ, ΒΘΥ, καὶ τὰ λοιπὰ τραπέζια. δυνατὸν
οὖν διά τε τῶν εἰρημένων τριγώνων καὶ διὰ <del>τε</del> τῶν
τραπεζίων τὸ χωρίον μετρηθῆναι. ἐὰν δὲ πάλιν <lb n="5"/>
ἐμπέσῃ τις μεταξὺ περιφερὴς γραμμή, διελοῦμεν τὸ
πρὸς αὐτῇ τραπέζιον ὡσαύτως τῷ ἐπάνω, καὶ οὕτως
μετρήσομεν. αὕτη δʼ ἡ μέτρησις εὔχρηστός ἐστιν, ὅταν
δέῃ καὶ διελεῖν τὸ χωρίον εἰς τὰ δοθέντα μέρη. δέον
γὰρ ἔστω διελεῖν αὐτὸ εἰς ἴσα μέρη ἑπτὰ διὰ παραλλήλων <lb n="10"/>
εὐθειῶν. ἐμέτρησα οὖν τὸ χωρίον, καὶ ἔλαβον
τοῦ γενομένου τὸ ἕβδομον μέρος, ὥστε ἑκάστῳ μέρει
τοσοῦτον ἀπονέμειν· ἐμέτρησα οὖν τὸ ΚΑΛ χωρίον,
καὶ εἰ μὲν ἴσον ἐστὶν τῷ ἑβδόμῳ μέρει, ἔχομεν τὸ
ΚΑΛ χωρίον· εἰ δὲ μὴ, προστίθημι τῷ τοῦ ΚΑΛ <lb n="15"/>
<note type="footnote">4 διά τε τῶν τραπεζίων: correxi 6 περιφερὶς 7 ὡσαυτὸς
8 μετρησωμεν 13 f. ἀπονέμειν 〈δεῖ〉 15 προστίθημι τὸ τοῦ</note>

<pb n="268"/>
τὸ τοῦ ΚΛΜΝ ἐμβαδόν· καὶ εἰ μὲν ἴσον εὑρεθείη
τῷ <add cause="omitted">ἑβδόμῳ</add> μέρει, ἔσται ἡ ΜΝ ἀφορίζουσα τὸ ἓν
τῶν μερῶν. εἰ δὲ μεῖον εὑρεθείη, δεήσει πάλιν προσθεῖναι
καὶ τὸ τοῦ ΜΝΞΟ ἐμβαδόν, ἄχρις ἂν ἴσον
γένηται τῷ ἑβδόμῳ μέρει ἢ ὑπερβάλῃ. ὑπερβεβληκέτω <lb n="5"/>
οὖν προστεθέντος τοῦ ΕΟΠΡ. δεήσει ἄρα ἀπὸ τοῦ
ΞΟΠΡ ἀφελεῖν χωρίον ἴσον τῷ ὑπερβάλλοντι, οἷον
<note type="marginal">fol. 74r</note> τὸ ΠΡΧΨ |. ὥστε δεήσει ἐπίστασθαι, ἀπὸ τοῦ δοθέντος
τραπεζίου ὡς δεῖ ἀφελεῖν τραπέζιον ἴσον τῷ δοθέντι·
τοῦτο δὲ ἑξῆς δείξομεν. οὐκοῦν ἔσται τὸ ΧΑΨ χωρίον <lb n="10"/>
ἓν τῶν μερῶν. πάλιν οὖν τῷ ΠΧΨΡ προσέθηκα τὸ
ΠΡΣΤ· καὶ εἰ μὲν ἴσον εἴη αὐτὸ τὸ ἐμβαδὸν <add cause="omitted">τῷ
<note type="marginal">p. 268</note> ἑβδόμῳ</add> μέρει, ἔσται ἡ ΣΤ ἀφορίζουσα τὸ δεύτερον
μέρος· εἰ δὲ ὑπερβάλοι, πάλιν δεήσει ἀφελεῖν τὸ ὑπερβάλλον
ἀπὸ τοῦ ΠΡΣΤ τραπεζίου. καὶ οὕτως νοείσθω <lb n="15"/>
ἐπὶ τῶν λοιπῶν μερῶν.</p></div><div type="textpart" subtype="chapter" n="25"><p>κε. Ὅρων χωρίου ἀφανῶν γενομένων, καταλειπομένων
δὲ δύο ἢ τριῶν καὶ τοῦ μιμήματος ὑπάρχοντος,
πορίσασθαι τοὺς λοιποὺς ὅρους. τοῦ δὲ καθολικωτέρου
ἕνεκα σκολιωτέραν μέτρησιν καὶ μίμημα ἐκθησόμεθα. <lb n="20"/>
ἔστω τὸ δοθὲν χωρίον, τουτέστιν τὸ μίμημα, τὸ
ΑΒΓ∠ΕΖΗΘ, περιεχόμενον ὑπὸ τῶν σύνεγγυς εὐθειῶν
τῶν ΑΒ, ΒΓ, Γ∠, ∠Ε, ΕΖ, ΖΗ, ΗΘ, ΘΑ. καὶ
ἤχθω τῇ ΒΓ πρὸς ὀρθὰς ἡ ΒΚ, καὶ ἐπʼ αὐτὴν <add cause="omitted">κάθετος
ἡ ΚΑ· τῇ δὲ ΑΘ πρὸς ὀρθὰς ἡ ΘΛ, καὶ ἐπʼ <lb n="25"/>
αὐτὴν</add> κάθετος ἡ Η∠· τῇ δὲ ΗΖ πρὸς ὀρθὰς ἡ ΖΜ,
καὶ ἐπʼ αὐτὴν κάθετος ἡ ΜΕ· πάλιν δὲ τῇ ΒΓ πρὸς
ὀρθὰς ἡ ΓΝ, καὶ ἐπʼ αὐτὴν κάθετος ἡ ∠Ν. δυνατὸν
<note type="footnote">2 suppl. Vi 4 f. ΜΝΟΞ 11 τὸ ΠΨΡ προσεθηκα τω
12—13 ἐμβαδὸν μέρος: corr. Vi f. αὐτοῦ 14 ὑπερβαλλη:</note>

<pb n="270"/>
ἄρα ἐστὶ τὰ ΑΒΚ, ΗΘΛ, ΕΖΜ, Γ∠Ν τρίγωνα
μετρῆσαι, τὰ δὲ καταλειπόμενα παραλληλόγραμμα τεμόντα
μετρῆσαι, ἐκβάλλοντα τὰς πρὸς ὀρθὰς εὐθείας,
ὥστ᾿ εἶναι παραλληλόγραμμα τὰ ΒΞ, ΝΕ, ΗΜ, ΘΡ,
<note type="marginal">p. 270</note> ΞΠ. δεδόσθω οὖν τὸ μίμημα, οἷον εἴρηται, ἐκ τριγώνων <lb n="5"/>
καὶ παραλληλογράμμων <add cause="omitted"><gap reason="omitted"/></add> περιεχόμενον· μόνοι
δὲ φαινέσθωσαν οἱ Θ, Β, Γ ὅροι. καὶ ἐκβεβλήσθω ἡ
ΒΚ ἐπὶ τὸ Γ· καὶ εἰλήφθω ἡ διὰ τῶν Β, Θ σημείων
εὐθεῖα διὰ τῆς διόπτρας τῇ θέσει καὶ τῷ μεγέθει·
καὶ ἀπειλήφθω αὐτῆς δοθὲν <add cause="omitted">μέρος</add> ἡ ΒΤ, ἐπὶ δὲ <lb n="10"/>
τὴν ΒΓ κάθετος <add cause="omitted">ἤχθω ἡ ΘΣ, καὶ</add> ἡ ΤΥ. ἔσται ἄρα
καὶ ἡ ΤΥ τὸ αὐτὸ μέρος τῆς ΘΣ, ὃ μέρος ἐστὶν ἡ
ΒΥ τῆς ΒΣ, <add cause="omitted">καὶ ἡ ΒΤ τῆς ΒΘ</add>. ἔχομεν δὲ ἑκατέραν
τῶν ΒΣ, ΣΘ, ἐκ τοῦ μιμήματος· ὥστε ἕξομεν
καὶ ἑκατέραν τῶν ΒΥ, ΥΤ. λαβόντες οὖν σχοινίον <lb n="15"/>
<note type="footnote">2—3 τεμόντα μετρῆσαι: πέντε ὄντα μετρησόμεθα Vi 4—5
ΝΕ ΠΜ ΘΡ ΞΝ: corr. Vi 6 f. 〈συγκείμενον καὶ ὑπὸ γραμμῶν
σύνεγγυς εὐθειῶν〉 R. Schoene 7 οἱ ΘΒΓ ὅροι: [Γ] Vi</note>
<note type="footnote">7—8 ἡ ΘΚ ἐπὶ τὸ Σ 10 δοθὲν vix sanum 11 τὴν ΒΕ</note>
<note type="footnote">14 τῶ ΒΣ ΣΘ</note>

<pb n="272"/>
μὴ ἐκτείνεσθαι δυνάμενον, ἴσον τῇ ΒΥΤ, τὸ ΦΨ,
ἐπʼ αὐτοῦ μέρος ἀποληψόμεθα τὴν ΦΧ <add cause="omitted">ἴσον τῇ ΒΥ,
τὸ αὐτὸ μέρος τῆς ΒΣ</add> ὃ μέρος ἐστὶν <add cause="omitted">ἡ ΤΥ τῆς ΘΣ</add>
καὶ ἡ ΒΤ τῆς ΒΘ. τὰ δὲ πέρατα τοῦ σχοινίου τὰ
Φ, Ψ θήσομεν πρὸς τὴν ΒΤ ὥστε τὸ μὲν Φ πρὸς τῷ <lb n="5"/>
Β εἶναι, τὸ δὲ Ψ πρὸς τῷ Τ· καὶ λαβόμενοι τὸ Χ
σημεῖον ἐκτενοῦμεν τὸ σχοινίον, καὶ πάντως τὸ Χ τὴν
<note type="marginal">fol. 74v</note> αὐτὴν θέσιν ἕξει τῷ Υ |. ἐπιζεύξαντες οὖν τὴν ΒΥ
ἤτοι σπάρτῳ ἢ διόπτρᾳ ἐπʼ αὐτῆς θήσομεν τὸ μέτρον
τῆς ΒΚ, ὃ ὑπάρχει ἐκ τοῦ μιμήματος, καὶ ἕξομεν τὸ <lb n="10"/>
Κ σημεῖον. εἶτα τῇ ΒΚ πρὸς ὀρθὰς ἀγαγόντες τὴν
ΚΑ καὶ θέντες ἐπʼ αὐτῆς τὸ μέτρον τῆς ΚΑ ἕξομεν
πεπορισμένον τὸ Α σημεῖον. καὶ τὰ λοιπὰ δὲ ποριούμεθα
ἀκολουθοῦντες ταῖς ἐν τῷ μιμήματι πρὸς ὀρθὰς
εὐθείαις, καὶ τοῖς ἐπʼ αὐταῖς μέτροις.</p><lb n="15"/></div></div></body></text></TEI>