<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0559.tlg007.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="14"><p>ιδ. Ὀρύγματος δοθέντος τὸ βάθος λαβεῖν· τουτέστι
<add cause="omitted">τὸ μέγεθος</add> τῆς ἀπὸ τοῦ ἐν τῷ βάθει σημείου καθέτου <lb n="20"/>
ἀγομένης ἐπὶ τὸ διʼ ἡμῶν ἐκβαλλόμενον ἐπίπεδον
παράλληλον τῷ ὁρίζοντι, ἢ καὶ <del>ἔτι</del> ἐπὶ τὸ διʼ ἑτέρου
ημείου ἐκβαλλόμενον ἐπίπεδον παράλληλον τῷ ὁρίζοντι.</p><p>ἔστω τὸ δοθὲν ὄρυγμα τὸ ΑΒ Γ∠ τὸ δʼ ἐν τῷ
βάθει αὐτοῦ σημεῖον τὸ Β. κείσθω δὴ ἡ διόπτρα <lb n="25"/>
πρὸς τῷ ∠, ἢ πρὸς ἄλλῳ τινὶ σημείῳ· ἔστω δὴ πρὸς
τῷ Ε, καὶ ἔστω ΕΖ ὁ δὲ ἐν αὐτῇ κανών, διʼ οὗ διοπτεύομεν,
ὁ ΗΘ ἐγκλινέσθω οὖν, ἕως οὗ φανῇ διʼ αὐτοῦ
<note type="footnote">3 ἐκ δεῖ corr. Vi προδεδιδαγμένων: f. προδεδειγμένων
5 ἐπὶ τῷ: corr. Vi 8 [τὴν] delevi 11 〈τὴν〉 addidi
σημείου add. Vi post ὄρει Vi inserebat 〈εὑρεῖν〉 f. recte</note>

<pb n="236"/>
τὸ Β σημεῖον. ἡ δὲ <add cause="omitted">τοῦ</add> ἐδάφους ἐπιφάνεια νοείσθω
κατὰ τῆς ∠ΕΚ ΛΜ γραμμῆς· τὸ δὲ διʼ ἡμῶν ἐπίπεδον
ἐκπῖπτον νοείσθω κατὰ τῆς Α∠ ΣΟ εὐθείας. ἐπὶ δὲ
τοῦ ἐδάφους ἐφεστ<add cause="omitted">άτ</add>ωσαν δύο κανόνες, οἱ ΚΝ, ΜΞ
<note type="marginal">p. 230</note> ὀρθοί, ἐπʼ εὐθείας τῷ ΗΘ κανόνι· καὶ τεθεωρήσθω <lb n="5"/>
ἐπὶ μὲν τοῦ ΚΝ κανόνος σημεῖον τὸ Ν, ἐπὶ δὲ τοῦ
ΞΜ τὸ Ξ. καὶ δέον ἔστω τὴν ἀπὸ τοῦ Β κάθετον
ἀγομένην ἐπὶ τὸ διὰ τοῦ ∠ ἐκβαλλόμενον ἐπίπεδον
παράλληλον τῷ ὁρίζοντι <add cause="omitted">πορίσασθαι</add>, τουτέστιν τὴν
ἐπὶ <add cause="omitted">τὴν</add> Α∠Ο γραμμὴν ἀγομένην κάθετον· ἡ δὲ <lb n="10"/>
ἀπὸ τοῦ Β κάθετος ἡ ΒΑ ἐστίν, ἣν δεῖ πορίσασθαι.
νενοήσθω οὖν καὶ τὸ διὰ τοῦ Β ἐπίπεδον παράλληλον
τῷ ὁρίζοντι τὸ κατὰ τὸ ΒΠ γινόμενον καὶ
νενοήσθω ἐκβεβλημένος ὁ ΞΜ κανὼν ἐπὶ τὸ Π, καὶ
ὁ ΝΚ ἐπὶ τὸ Σ, παὶ διὰ τοῦ Ν τῇ ∠Ο παράλληλος <lb n="15"/>
ἤχθω ἡ ΝΡ. ἡ ἄρα ΝΡ τὸ μεταξὺ τῶν Κ, Μ σημείων
ἐστὶ διάστημα τὸ πρὸς διαβήτην· δυνατὸν ἄρα ἐστὶν
αὐτὸ πορίσασθαι, ἐπεὶ καὶ τὰς ΚΣ, ΜΟ. ἡ δὲ ΞΡ
ὑπεροχή ἐστι τῶν ΞΡΟ, ΝΣ δυνατὸν ἄρα καὶ ταύτην
πορίσασθαι, ἐπεὶ τὰς ΚΣ, ΜΟ δυνατόν ἐστι πορίσασθαι, <lb n="20"/>
ὥσπερ ἐποιήσαμεν ὅτε τὴν ἀπὸ παντὸς σημείου
κάθετον ἀγομένην διὰ τῶν δύο κανόνων ἐπορισάμεθα.
ἔστω οὖν εὑρημένη, εἰ τύχοι, τετραπλῆ ἡ ΝΡ τῆς Ρ
ἔσται ἄρα καὶ ἡ ΒΠ τετραπλῆ τῆς ΞΠ. δυνατὸν δέ
ἐστι πορίσασθαι τὴν ΒΠ, τουτέστι τὴν ΑΟ· τὸ γὰρ <lb n="25"/>
ἀπὸ τοῦ Ο ἐπὶ τὸ Α διάστημά ἐστιν τὸ πρὸς διαβήτην
τὸ ΑΟ, τουτέστιν τὸ ΒΠ· ὥστε δυνατόν ἐστι πορίσασθαι
καὶ τὴν ΞΠ ἔστιν γὰρ τέταρτον μέρος τῆς
<note type="footnote">1 〈τοῦ〉 addidi 4 ἐφέστωσαν: correxi οἱ ΚΗ ΜΖ 5 τεθεωρεισθω
6 μὲν τοῦ ΚΗ 8 ἐπὶ τοῦ διὰ 9 et 10 addidi 19 τῶν
ΝΣ 23 εἰ τυχη 27 τὸ ΑΟ: f. τῶν Α, Μ R. Schoene</note>

<pb n="238"/>
ΒΠ. ἔχομεν δὲ καὶ τὴν ΞΟ ἡλίκη ἐστίν· ὥστε καὶ
τὴν ΟΠ ἕξομεν, τουτέστιν τὴν ΑΒ κάθετον.</p></div><div type="textpart" subtype="chapter" n="15"><note type="marginal">fol. 69v</note><p>| ιε. Ὄρος διορύξαι ἐπʼ εὐθείας τῶν στομάτων τοῦ
<note type="marginal">p. 232</note> ὀρύγματος ἐν τῷ ὄρει δοθέντων. νενοήσθω τοῦ ὄρους
ἕδρα ἡ ΑΒΓ∠ γραμμὴ, τὰ δὲ στόματα, διʼ ὧν δεῖ <lb n="5"/>
ὀρύξαι, τὰ Β, ∠. ἤγαγον εὐθεῖαν ἀπὸ τοῦ Β ἐν τῷ
ἐδάφει τὴν ΒΕ, ὡς ἔτυχεν· καὶ ἀπὸ τυχόντος τοῦ Ε
τῇ ΒΕ πρὸς ὀρθὰς ἤγαγον τὴν ΕΖ διὰ τῆς διόπτρας·
καὶ ἔτι ἀπὸ τοῦ τυχόντος διὰ τῆς διόπτρας πρὸς.
ὀρθὰς ἤγαγον τὴν ΖΗ. καὶ πάλιν ἀπὸ τυχόντος <lb n="10"/>
τοῦ Η, τῇ ΖΗ πρὸς ὀρθὰς τὴν ΗΘ καὶ ἔτι ἀπὸ
τυχόντος τοῦ Θ, τῇ ΘΗ πρὸς ὀρθὰς τὴν ΘΚ, καὶ
τῇ ΘΚ πρὸς ὀρθὰς τὴν ΚΛ. καὶ παραφέρω τὴν
διόπτραν ἐπὶ τῆς ΚΛ <add cause="omitted">εὐθείας διατηρῶν τὸν κανόνα
οβλέποντα σημείῳ τινὶ τῶν ἐπὶ τῆς ΚΛ,</add> ἄχρις <lb n="15"/>

<pb n="240"/>
ἂν διὰ τῆς πρὸς ὀρθὰς θέσεως τοῦ κανόνος φανῇ τὸ
∠ σημεῖον. πεφηνέτω <add cause="omitted">οὔσης τῆς διόπτρας κατὰ τὸ Μ</add>
ἔσται δὴ ἡ Μ∠ καὶ ἐπὶ τὴν ΚΛ κάθετος. καὶ νενοήσθω
ἐκβεβλημένη ἡ ΕΒ ἐπὶ τὸ Ν, καὶ ἐπʼ αὐτὴν
κάθετος ἡ ∠Ν. δυνατὸν δή ἐστιν ἐκ τῶν ΕΖ, ΗΘ, <lb n="5"/>
ΚΛ ἐπιλογίσασθαι ἡλίκη ἐστὶν ἡ ∠Ν, ὥσπερ ἐποιοῦμεν,
<note type="marginal">p. 234</note> ὅτε τὴν ἀπὸ παντὸς σημείου ἐπὶ ἕτερον ἀθεώρητον
ἐπεζευγνύομεν εὐθεῖαν· ὁμοίως δὲ καὶ τὴν ΒΝ ἐκ τῶν
ΒΕ, ΖH, ΘΚ, Λ∠. εὑρήσθω οὖν, εἰ τύχοι, πενταπλῆ
ἡ ΒΝ τῆς ∠Ν καὶ ἐπιζευχθεῖσα ἡ Β∠ νενοήσθω ἐκβεβλημένη <lb n="10"/>
ἐπὶ τὸ Ξ, καὶ ἐπὶ τὴν ΒΕ κάθετος ἤχθω
ἡ ΞΟ ὁμοίως δὲ καὶ ἡ Β∠ νενοήσθω ἐκβεβλημένη
ἐπὶ τὸ Π, καὶ κάθετος ἐπὶ τὴν ∠Μ ἡ ΠΡ ἔσται δὴ
ὁμοίως πενταπλῆ ἡ μὲν ΒΟ τῆς ΟΞ, ἡ δὲ ∠Ρ τῆς
ΡΠ. λαβόντες οὖν ἐπὶ τῆς Β Ε σημεῖον τυχὸν τὸ Ο, <lb n="15"/>
καὶ πρὸς ὀρθὰς ἀγαγόντες τὴν ΟΞ τῇ ΒΟ, πέμπτον
μέρος θήσομεν τὴν ΟΞ τῆς ΒΟ. καὶ ἔσται ἡ ΒΞ
νεύουσα ἐπὶ τὸ Β ὁμοίως δὴ πάλιν τῆς ∠Ρ πέμπτον
μέρος θέντες τὴν ΠΡ, ἕξομεν τὴν ∠Π νεύουσαν ἐπὶ
τὸ ∠. διορύξομεν οὖν ἀπὸ μὲν τοῦ Β ποιοῦντες τὸ <lb n="20"/>
ὄρυγμα ἐπʼ εὐθείας τῆς ΒΞ, ἀπὸ δὲ τοῦ ∠ ἐπʼ εὐθείας
τῆς ∠Π. γίνεται δὲ λοιπὸν τὸ ὄρυγμα κανόνος
παρατιθεμένου ἐπὶ τῆς εὑρημένης εὐθείας τῆς ΞΒ,
ἤτοι ἐπὶ τῆς Π∠, ἢ καὶ ἐπʼ ἀμφότερα τὰ μέρη. γινομένου
τοῦ ὀρύγματος οὕτως ὑπαντήσουσιν ἀλλήλοις <lb n="25"/>
οἱ ἐργαζόμενοι.</p></div></div></body></text></TEI>